Psalmi
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
Εἰς τὸ τελος, ὐπὲρ τῶν ληνῶν· τῷ Ἀσὰφ ψαλμός.
Ἀγαλλιᾶσθε τῷ θεῷ τῷ βοηθῷ ἡμῶν, ἀλαλάξατε τῷ θεῷ Ἰακώβ·
λάβετε ψαλμὸν καὶ δότε τύμπανον, ψαλτήριον τερπνὸν μετὰ κιθάρας·
σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν,
ὅτι πρόσταγμα τῷ Ἰσραήλ ἐστιν, καὶ κρίμα τῷ θεῷ Ἰακώβ·
μαρτύριον ἐν τῷ Ἰωσὴφ ἔθετο αὐτόν, ἐν τῷ ἐξελθεῖν αὐτὸν ἐκ γῆς Αἰγύπτου. γλῶσσαν ἣν οὐκ ἔγνω ἤκουσεν,
ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ, αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν.
ἐν θλίψει ἐπεκαλέσω με καὶ ἐρυσάμην σε· ἐπήκουσά σου ἐν ἀποκρύφῳ καταιγίδος, ἐδοκίμασά σε ἐπὶ ὕδατος Ἀντιλογίας. διάψαλμα.
ἄκουσον, λαός μου, καὶ λαλήσω σοι· Ἰσραήλ, καὶ διαμαρτύρομαί σοι. ἐὰν ἀκούσῃς μου,
οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος, οὐδὲ προσκυνήσεις θεῷ ἀλλοτρίῳ.
ἐγὼ γάρ εἰμι Κύριος ὁ θεός σου, ὁ ἀναγαγὼν σε ἐκ γῆς Αἰγύπτου. [*] (U+05D0ΑRT) [*] (18 δεξιαν A 19 ζωωσης T | επικαλεσωμεθα AΤ—Stich 39 BΤ 38 U+05D0R LXXX 1 om υπερ των ληνων Τ | ληνων] αλλοιωθησομενων A | τω Ασαφ ψαλμος] ψ. τω λσαφ U+05D0c.ᵃ RT ψ. τω Δᾶδ A 4 ημερας A | ημων] υμων U+05D0c.ᵃ (statim restit ημ.) R 6 αυτον 1⁰] αυτο T | εξελθειν] εξελθεν U+05D0* (ι superscr U+05D0¹) εξειλειν R*ᵛⁱᵈ (εξελθειν Rᵃ) 7 αυτου 1⁰] αυτων A 8 ερ- ρυσαμην AR | om διαψαλμα AT om λαλησω σοι Ισρ. και U+05D0c.ᵃΑΤ | om Ισραηλ R | διαμαρτυρουμαι AΤ | εαν] pr Ιηλ (inc stich) U+05D0c.ᵃ AR T 10 προσ- κυνησης T 11 ο αναγαγων] οναγαγων R) 323
πλάτυνον τὸ στόμα σου καὶ πληρώσω αὐτό. [*] (B)
καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐ προσέσχεν μοι·
καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιών αὐτῶν, πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν.
εἰ ὁ λαὸς ἤκουσέν μου Ἰσραήλ, ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη,
ἐν τῷ μηδενὶ τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα, καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον τὴν χεῖρά μου.
οἱ ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτῷ, καὶ ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶναι·
καὶ ἐψώμισεν αὐτοὺς ἐκ στέατος πυροῦ, καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς.