Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Είς τὸ τέλος· τῷ Δαυείδ εἰς ἀγάμνησιν, εἰς τὸ
  • Σῶσαί με Κύριον.
  • Ὁ θεός, εἰς τὴν βοήθειάν μου πρόσχες·
  • αἰσχυνθείησαν καὶ ἐντραπείησαν οἱ ζητοῦντές μου τὴν ψυχὴν.
  • ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ βουλό-
  • μενοί μοι κακά·
  • ἀποστραφείησαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι
  • Εὐγε εὖγε.
  • ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζη-
  • τοῦντές σε,
  • καὶ λεγέτωσαν διὰ παντός Μεγαλυνθήτω ὁ θεός, οἱ ἀγα-
  • πῶντες τὸ σωτήριόν σου.
  • ἐγὰ δὲ πτωχὸς καὶ πένης· ὁ θεός, βοήθησόν μοι·
  • βοηθός μου καὶ ῥύστης μου εἶ σύ· Κύριε. μὴ χρονίσῃς.
  • Τῷ Δαυείδ, υἱῶν Ἰωναδὰβ καὶ τῶν πρώτων
  • αἰχμαλωτισθέντων.
  • θεός, ἐπὶ σοὶ ἥλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα.
  • ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με,
  • [*](U+05D0R)[*](34 εξουδενωσει U+05D0* 1-σεν U+05D0c.ᵃ) R 35 ερποντα εν αυταις ΒU+05D0c.ᵃ R] περατα της γης U+05D0* 36 Σειων U+05D0 37 αυτου 2°] σον U+05D0 — Stich 76 B 75 U+05D0 (de R non liq) LX XIX 1 om εις το σωσαι με Κυριον R 2 προσχες] + κε εις το βοηθησαι μοι σπευσον Bᵃᵇ?b?ᵐᵍinfU+05D0c.ᵃ R + κε εις το β. μ. θελησον U+05D0* 3 αισχυνθειησαν] αισχυνθητωσαν U+05D0R | εντραπειησαν] εντραπητωσαν U+05D0R | τ ην ψυχην μου U+05D0c.ᵃ R | βουλομενοι] λογιζομενοι R 4 αποστραφειησαν] αποστρα- φητωσαν R 5 και ευφρανθητωσαν sup ras Rᵇ | σε] + κη U+05D0c.ᵃ] | θεος] κυριος R 6 πτωχος] + ειμι U+05D0c.ᵃ | πενης] +ειμι R | βοηθησον] βοηθει B | ρυστης] υπερασπιστης R | συ ει Ρ Stich 9 B 10 U+05D0R L XX 1 τω (του R) Δαυειδ] + ψαλμος U+05D0R | υιων] pr των R | Ιωναδαβ] Αμιναδαμ R | om ο θεος U+05D0R | ηλπισα] + κε U+05D0R 2 om και εξελου με U+05D0* (hab κ εξ. με U+05D0c.ᵃ))
    303
  • κλῖνον πρὸς μὲ τὸ οὖς σου καὶ σῶσόν με.
  • [*](Β)

  • γενοῦ μοι εἰς θεὸν ὑπερασπιστήν,
  • εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με·
  • ὅτι στερέωμά μου καὶ καταφυγή μου εἶ σύ.
  • ὁ θεός, ῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ,
  • ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος·
  • ὅτι σὺ εἶ ἡ ὑπομονή μου, κύριε·
  • Κύριος ἡ ἐλπίς μου ἐκ νεότητός μου.
  • ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρός,
  • ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστής·
  • ἐν σοὶ ἡ ὕμνησίς μου διὰ παντός.
  • ὡσεὶ τέρας ἐγενήθην τοῖς πολλοῖς,
  • καὶ σὺ βοηθὸς κραταιός.
  • πληρωθήτω τὸ στόμα μου αἰνέσεως.
  • ὅπως ὑμνήσω τὴν δόξαν σου,
  • ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρεπίαν σου.
  • μὴ ἀπορίψῃς με εἰς καιρὸν γήρους.
  • ἐν τῷ ἐκλιπεῖν τὴν ἰσχύν μου μὴ ἐνκαταλίπῃς με.
  • ὅτι εἶπαν οἱ ἐχθροί μου ἐμοί.
  • καὶ οἱ φυλάσσοντες τὴν ψυχήν μου
  • ἐβουλεύσαντο ἐπὶ τὸ αὐτό,
  • λέγοντες Ὁ θεὸς ἐνκατέλιπεν αὐτόν·
  • καταδιώξατε καὶ καταλάβετε αὐτόν,
  • ὅτι οὐκ ἔστιν ὁ ῥυόμενος.