Psalmi
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχὴ μου καὶ ταλαιπωρίαν· καὶ ὑπέμεινα συνλυπούμενον, καὶ οὐχ ὑπῆρξεν, καὶ παρακαλοῦντα, καὶ οὐχ εὗρον.
καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.
γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα,
σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν. καὶ εἰς ἀνταπόδοσιν καὶ εἰς σκάνδαλον· καὶ τὸν υῶτον αὐτῶν διὰ παντὸς σύνκαμψον·
ἔκχεον ἐπʼ αὐτοὺς τὴν ὀργήν σου, καὶ ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτούς.
γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη. καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν·
ὅτι ὃν σὺ ἐπάταξας αὐτοὶ κατεδίωξαν, καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν.
πρόσθες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν, καὶ μὴ εἰσελθέτωσαν ἐν δικαιοσύνῃ σου·
ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων. καὶ μετὰ δικαίων μὴ γραφήτωσαν.
πτωχὸς καὶ ἀλγῶν εἰμι ἐγώ, καὶ ἡ σαωτηρία τοῦ προσώπου σου ἀντελαάβετό μου.
αἰνέσω τὸ ὄνομα τοῦ θεοῦ μετ᾿ ᾠδῆς, μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει,
καὶ ἀρέσει τῷ θεῷ ὑπέρ μόσχον νέον κέρατα ἐκφέροντα καὶ ὁπλάς.
ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν. ἐκζητήσατε τὸν θεὸν καὶ ζήσεσθε. [*] (20 εναντιον] ενωπιον R 21 ψυχη BU+05D0c.ᵃ R] καρδια U+05D0*c.ᵃ συλλυ· U+05D0R πουμενον Bᵇ | και ουχ υπηρξεν...ουχ ευρον] και ουχ ευρον και παρακ. και ουχ υπηρχεν U+05D0* και ουχ υπηρχεν και παρακαλουντας (ita et R) και ουχ ευρον U+05D0c.ᵃ 23 πακιδα U+05D0 24 συγκαμψον Bᵇ 25 ο θυμος της οργης σου καταλαβοι BU+05D0c.ᵃ R] ο θυμος σου λαβοι U+05D0* 26 32 om γενηθητω...οπλας R* (hab Rᵃ ᵐᵍ) 27 om ον Rᵃ 28 εισελ- θατωσαν Rᵃ 30 om και 2⁰ U+05D0c.ᵃ | om του προσωπου U+05D0c.ᵃ Rᵃ | αντε. λαβετο] pr ο θεος U+05D0Ra 31 του θεου] + μου U+05D0c.ᵃ | μετ] μετα U+05D0 32 om εκφεροντα U+05D0* (hab U+05D0c.ᵃ) 33 εκζητησατε] ζητησατε R | θεον] κυριον R | ζησεσθε Bᵃᵇ (ζησεσθαι B*)] ζησεται η ψυχη ημων (υμων U+05D0c.ᵃ U+05D0*R) 302
[*] (B)
ὅτι εἰσήκουσεν τῶν πενήτων ὁ κύριος, καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδένωσεν.
αἶνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ, θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτοῖς.
ὅτι ὁ θεὸς σώσει τὴν Σιών, καὶ οἰκοδομηθήσονται αἱ πόλεις τῆς Ἰουδαίας, καὶ κατοικήσουσιν ἐκεῖ καὶ κληρονομήσουσιν αὐτὴν·
καὶ τὸ σπέρμα τῶν δούλων αὐτοῦ καθέξουσιν αὐτὴν, καὶ οἱ ἀγαπῶντες τὸ ὄνομα αὐτοῦ κατασκηνώσουσιν ἐν αὐτῇ.