Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἴνα τί ὑπολαμβάνετε, ὄρη τετυρωμένα
  • τὸ ὄρος ὃ εὐδόκησεν ὁ θεὸς κατοικεῖν ἐν αὐτῷ·
  • καὶ γὰρ ὁ κύριος κατασκηνώσει εἰς τέλος.
  • τὸ ἄρμα τοῦ θεοῦ μυριοπλάσιον,
  • χιλιάδες εὐθηνούντων·
  • ὁ κύριος ἐν αὐτοῖς ἐν Σινά, ἐν τῷ ἁγία).
  • ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσας αἰχμαλωσίαν,
  • [*](7 ανδρεια Bᵃᵇ 8 την ερημον] εν τη ερημω U+05D0Rᵃ | om διαψαλμα U+05D0R Rᵃ 9 om του Σινα... του θεοy U+05D0* (hab U+05D0c.ᵃ) | τουτο Σiνα Bᵃᵇ (το superscr) 10 βροχhν] βρωσιν Rᵃ | εκουσιαν U+05D0c.ᵃ Rᵃ | την κληρονο- μιαν Rᵃ 12 om ο θς Bᵇ? post θς distinx U+05D0c.ᵃ 13 om του αγαπητου (2°) U+05D0Rᵃ | και ωρ. BU+05D0*c.ᵃ] τη ωρ. U+05D0c.ᵃ Rᵃ | διελεσθε Bᵃᵇ 14 μεσον] μεσα Rᵃ | περιαργυρωμεναι Rᵃ | χρυσου Rᵃ | om διαψαλμα Rᵃ 15 Σελμω Rᵃ 17 υπολαμβανεται B* (.τε Bᵃᵇ) U+05D0 | om ο θεος U+05D0 18 ο κυριος] om ο U+05D0c.ᵃ Rᵃ Σεινα U+05D0 Σιναιν Rᵃ 19 αναψας] ανεβης BᵃᵇU+05D0c.ᵃ (ανεβη U+05D0*) Rᵃ | ηχμαλω- τευσεν U+05D0U+05D0* (-σας U+05D0c.ᵃ))
    298
    [*](B)
  • ἔλαβες δόματα ἐν ἀνθρώπῳ,
  • καὶ γὰρ ἀπειθοῦντες τοῦ κατασκηνῶσαι.
  • Κύριος ὁ θεὸς εὐλογητός,
  • εὐλογητὸς Κύριος ἡμέραν καθʼ ἡμέραν.
  • καὶ κατευοδώσει ἡμῖν ὁ θεὸς τῶν σαντηρίων ἡμῶν. διάψαλμα.
  • ὁ θεὸς ἡμῶν ὁ θεὸς τοῦ σώζειν,
  • καὶ τοῦ κυρίου αἱ διέξοδοι τοῦ θανατου.
  • πλὴν ὁ θεὸς συνθλάσει κεφαλὰς ἐχθρῶν αὐτοῦ,
  • κορυφὴν τριχὸς διαπορευομένων ἐν πλημμελίαις αὐτοῦ.
  • εἶπεν Κύριος Ἐκ Βασὰν ἐπιστρέψω,
  • ἐπιστρέψω ἐν βυθοῖς θαλάσσης·
  • ὅπως ἂν βαφῇ ὁ πούς σου ἐν αἵματι,
  • ἡ γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν παρʼ αὐτοῦ.
  • ἐθεωρήθησαν αἱ πορίαι σου, ὁ θεός,
  • αἱ πορίαι τοῦ θεοῦ μου τοῦ βασιλέως τοῦ ἐν τῷ ἁγίῳ·
  • προέφθασαν ἄρχοντες ἐχόμενοι ψαλλόντων,
  • ἐν μέσῳ νεανίδων τυμπανιστριῶν.
  • ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν θεόν,
  • τὸν κύριον ἐκ πηγῶν Ἰσραήλ.
  • ἐκεῖ Βενιαμεὶν νεώτερος ἐν ἐκστάσει,
  • ἄρχοντες Ἰούδα ἡγεμόνες αὐτῶν,
  • ἄρχοντες Ζαβουλὼν,
  • ἄρχοντες Νεφθαλεί.
  • ἔυτειλαι, θεός, τῇ δυνάμει σου,
  • δυνάμαοσον, ὁ θεός, τοῦτο ὁ κατηρτίσω ἡμῖν.
  • ἀπὸ τοῦ ναοῦ σου ἐπὶ Ἰερουσαλὴμ
  • σοὶ οἴσουσιν βασιλεῖς δῶρα.
  • ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου·
  • ἡ συναγωγὴ τῶν ταύρων ἐν ταῖς δαμάλεσιν τῶν λαῶν
  • τοῦ μὴ ἀποκλεισθῆναι τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ·
  • [*](U+05D0R)[*](19 ανθρωπω B*ᵇ] ανθρωποις BᵃU+05D0Rᵃ | απειθουντες Bᵃᵇ (απιθ. B* )] απει- θουντας U+05D0c.ᵃ (απιθ.) Rᵃ 20 ημερα και ημερα R* | om και U+05D0Rᵃ | om δια- ψαλμα Rᵃ 21 ο θεος 2⁰ BU+05D0c.ᵃ Rᵃ] om ο U+05D0* | σωζειν] σωσαι Rᵃ | του κυοιου] + κυ U+05D0c.ᵃ Rᵃ 22 πλημμελιαις (-λειαις Bᵃᵇ) BU+05D0c.ᵃ Rᵃ ᵛⁱᵈ) πλημμελια U+05D0* |αυτου 2⁰] αυτων BᵃᵇU+05D0c.ᵃ Rᵃ om U+05D0* 25 ποριαι bis] πορειαι BᵃᵇU+05D0 | βασιλεως] + μου U+05D0c.ᵃ 26 εχομενα U+05D0Rᵃ 27 τον κυριον] om τον U+05D0c.ᵃ Rᵃ 28 om αρχοντες Ιουδα ηγ. αυτων U+05D0* (hab U+05D0c.ᵃ Νεφθαλειμ Νεφθαλειν Ra 29 θεος] pr ο BᵃᵇU+05D0Ra | κατηρτισω] κατιργασω U+05D0c.ᵃ κατηργασω Ra | ημιν] pr εν Ra 30 επ Rᵃ 31 δαμαλεσι B?ᵛⁱᵈ | των λαων] λαων sup ras U+05D0¹ του λαου Rᵃ (των λαων R¹) | om μη U+05D0c.ᵃ Rᵃ | αποκλεισθηναι] εκκλεισθηναι U+05D0c.ᵃ Rᵃ)
    299
  • διασκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα.
  • ἥξουσιν πρέσβεις ἐξ Αἰγύπτου.
  • Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ θεῷ.
  • αἱ βασιλεῖαι τῆς γῆς, ᾄσατε τῷ θεῷ, ψάλατε τῷ κυρίῳ.
  • διαάψαλμα.
  • ψάλατε τῷ θεῷ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ
  • κατὰ ἀνατολάς.
  • ἰδοὺ δώσει ἐν τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως.
  • δότε δόξαν τῷ θεῷ·
  • ἐπὶ τὸν Ἰσραὴλ ἡ μεγαλοπρεπία αὐτοῦ,
  • καὶ ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις.
  • θαυμαστὸς ὁ θεὸς ἐν τοῖς ὁσίοις αὐτοῦ·
  • ὁ θεὸς Ἰσραήλ, αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ
  • αὐτοῦ·
  • καὶ εὐλογητὸς ὁ θεός.