Psalmi
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη, ὅτι κρινεῖς λαοὺς ἐν εὐθύτητι, καὶ ἔθνη ἐν τῆ γῇ ὁδηγήσεις. διάψαλμα.
ἐξομολογησάσθωσάν σοι λαοί, ὁ θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.
γῆ ἔδωκεν τὸν καρπὸν αὐτῆς· εὐλογήσαι ἡμᾶς ὁ θεὸς ὁ θεὸς ἡμῶν,
εὐλογήσαι ἡμᾶς ὁ θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.
Εἰς τὸ τέλος· τῷ Δαυείδ, ψαλμὸς ᾠδῆς.
Ἀναστήτω ὁ θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν οἱ μισοῦντες αὐτὸν ἀπὸ προσώπου αὐτοῦ.
ὡς ἐκλείπει καπνὸς ἐκλιπέτωσαν· ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός, οὕτως ἀπόλοιντο οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ θεοῦ.
καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν, διάψαλμα. ἀγαλλιάσθωσαν ἐνώπιον τοῦ θεοῦ, τερφθήτωσαν ἐν εὐφροσύνῃ.
ἄσατε τῷ θεῷ, ψάλατε τῷ ὀνόματι αὐτοῦ· ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν· Κύριος ὄνομα αὐτῷ· καὶ ἀγαλλιᾶσθε ἐνώπιον αὐτοῦ.
ταραχθήσονται ἀπὸ προσώπου αὐτοῦ, τοῦ πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν· ὁ θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ. [*] (U+05D0R) [*] (3 και εν πασιν εθνεσιν] και εν πασι τοις λαοις U+05D0* εν πασι (sic) εθνεσιν U+05D0c.ᵃ εν πασιν εθνεσιν Rᵃ 4 εξομολογησασθωσαν 1⁰, 2⁰] + σοι BᵃᵇU+05D0Rᵃ 5 οτι] + κρινει την οικουμενην εν δικαιοσυνη U+05D0* (om U+05D0c.ᵃ) | κρινεις] κρινει U+05D0Rᵃ | οδηγησει U+05D0 | om διαψαλμα Rᵃ Stich 14 B 15 U+05D0 (de R non liquet) LX VII 2 απο προσωπου αυτου οι μισ. αυτον Rᵃ 3 εκλιπει B* U+05D0 (εκ- λειπει Bᵃᵇ) | απολοιντο] απολουνται Rᵃ 4 om διαψαλμα B* fort U+05D0Rᵃ αγαλλιασθωσαν] pr και U+05D0* (om U+05D0c.ᵃ) 5 om και αγαλλιασθε ενωπιον αυτου U+05D0* (hab κ. αγαλλιασθαι εν. αυτου U+05D0 c.ᵃ) 6 ταραχθησονται] τα- ραχθητωσαν U+05D0¹ (.θηωσαν U+05D0*) Rᵃ) 297
ὁ θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ, [*] (Β) ἐξάγων πεπεδημένους ἐν ἀνδρίᾳ, ὁμοίως τοὺς παραπικραίνοντας, τοὺς κατοικοῦντας ἐν τάφοις.
ὁ θεός, ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε τὴν ἔρημον, διάψαλμα.
γῆ ἐσείσθη, καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν ἀπὸ προσώπου τοῦ θεοῦ τοῦ Σινά, ἀπὸ προσώπου τοῦ θεοῦ Ἰσραήλ.
βροχὴν ἑκούσιον ἀφοριεῖς, ὁ θεός, τῇ κληρονομίᾳ σου· καὶ ἠσθένησεν, σὺ δὲ κατηρτίσω αὐτήν.
τὰ ζῶά σου κατοικοῦσιν ἐν αὐτῇ, ἡτοίμασας ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ.
ὁ θεὸς (12)κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ,
ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ, τοῦ ἀγαπητοῦ, καὶ ὡραιότητι τοῦ οἴκου διελέσθαι σκῦλα.
ἐὰν κοιμηθῆτε ἀνὰ μέσον τῶν κλήρων, πτέρυγες περιστερᾶς περιηργυρωμέναι, καὶ τὰ μετάφρενα αὐτῆς ἐν χλωρότητι χρυσίου. διαψαλμα.
ἐν τῷ διαστέλλειν τὸν ἐπουράνιον βασιλεῖς ἐπʼ αὐτῆς, χιονωθήσονται ἐν Σελμών.
ὄρος τοῦ θεοῦ ὄρος πῖον, ὄρος τετυρωμένον, ὄρος πῖον.