Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Εἰς τὸ τέλος· τῷ Δαυείδ, ψαλμὸς ᾠδῆς.
  • Ἀναστήτω ὁ θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ,
  • καὶ φυγέτωσαν οἱ μισοῦντες αὐτὸν ἀπὸ προσώπου αὐτοῦ.
  • ὡς ἐκλείπει καπνὸς ἐκλιπέτωσαν·
  • ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός,
  • οὕτως ἀπόλοιντο οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ θεοῦ.
  • καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν, διάψαλμα.
  • ἀγαλλιάσθωσαν ἐνώπιον τοῦ θεοῦ,
  • τερφθήτωσαν ἐν εὐφροσύνῃ.
  • ἄσατε τῷ θεῷ, ψάλατε τῷ ὀνόματι αὐτοῦ·
  • ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν· Κύριος ὄνομα
  • αὐτῷ·
  • καὶ ἀγαλλιᾶσθε ἐνώπιον αὐτοῦ.
  • ταραχθήσονται ἀπὸ προσώπου αὐτοῦ,
  • τοῦ πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν·
  • ὁ θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ.
  • [*](U+05D0R)[*](3 και εν πασιν εθνεσιν] και εν πασι τοις λαοις U+05D0* εν πασι (sic) εθνεσιν U+05D0c.ᵃ εν πασιν εθνεσιν Rᵃ 4 εξομολογησασθωσαν 1⁰, 2⁰] + σοι BᵃᵇU+05D0Rᵃ 5 οτι] + κρινει την οικουμενην εν δικαιοσυνη U+05D0* (om U+05D0c.ᵃ) | κρινεις] κρινει U+05D0Rᵃ | οδηγησει U+05D0 | om διαψαλμα Rᵃ Stich 14 B 15 U+05D0 (de R non liquet) LX VII 2 απο προσωπου αυτου οι μισ. αυτον Rᵃ 3 εκλιπει B* U+05D0 (εκ- λειπει Bᵃᵇ) | απολοιντο] απολουνται Rᵃ 4 om διαψαλμα B* fort U+05D0Rᵃ αγαλλιασθωσαν] pr και U+05D0* (om U+05D0c.ᵃ) 5 om και αγαλλιασθε ενωπιον αυτου U+05D0* (hab κ. αγαλλιασθαι εν. αυτου U+05D0 c.ᵃ) 6 ταραχθησονται] τα- ραχθητωσαν U+05D0¹ (.θηωσαν U+05D0*) Rᵃ)
    297

  • ὁ θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ,
  • [*](Β)
  • ἐξάγων πεπεδημένους ἐν ἀνδρίᾳ,
  • ὁμοίως τοὺς παραπικραίνοντας, τοὺς κατοικοῦντας ἐν
  • τάφοις.
  • ὁ θεός, ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου,
  • ἐν τῷ διαβαίνειν σε τὴν ἔρημον, διάψαλμα.