Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Εἰς τὸ τέλος, ἐν δμνοις· ψαλμὸς τῷ Δαυείδ.
  • Ὁ θεός, οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς.
  • ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφʼ ἡμᾶς. διαψαλμα.
  • [*](9 τους ποδας BU+05D0*c.ᵇR | τον ποδα U+05D0c.ᵃ 10 om και U+05D0R 11 πακιδα U+05D0R U+05D0* (παγ. U+05D0c.ᵃ | ενωπιον] επι τον νωτον U+05D0c.ᵃ R 13 αποδωσω σοι τας ευχας μου] τας ευχ. μου αποδ, U+05D0* αποδ. τας ευχ. μου U+05D0c.ᵃ 15 μεμ- σαλωμενα R* | ποιησω] ανοισω BᵃᵇU+05D0c.ᵃ R 16 διηγησομαι] + υμιν U+05D0c.ᵃ R | κυριον] θν U+05D0c.ᵃ 18 καρδια] + μου U+05D0R | εισακουσατω] + μου U+05D0c.ᵃ (om U+05D0c.ᵃ | Κυριος] ο θεος R 19 προσεσχεν] pr και R | προσευχης] δεησεως | U+05D0c.ᵃ R 20 ος ουκ.. X VΙΙΙ 3 υποστασις rescr Rᵃ | μου BU+05D0c.ᵃ Rᵃ αυτου U+05D0* Stich 38 B 40 U+05D0 36 Rᵛⁱᵈ LXVI 1 ψαλμος] ωδη Rᵃ | τω Δαυειδ] ωδης U+05D0 2 ημας 3⁰] + και ελεησαι ημας U+05D0c.ᵃ | om διαψαλμα)
    296
    [*](B)

  • τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου,
  • καὶ ἐν πᾶσιν ἔθνεσιν τὸ σωτήριόν σου
  • ἐξομολογησάσθωσαν λαοί, ὁ θεός,
  • ἐξομολογησάσθωσαν λαοὶ πάντες.
  • εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη,
  • ὅτι κρινεῖς λαοὺς ἐν εὐθύτητι,
  • καὶ ἔθνη ἐν τῆ γῇ ὁδηγήσεις. διάψαλμα.
  • ἐξομολογησάσθωσάν σοι λαοί, ὁ θεός,
  • ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.
  • γῆ ἔδωκεν τὸν καρπὸν αὐτῆς·
  • εὐλογήσαι ἡμᾶς ὁ θεὸς ὁ θεὸς ἡμῶν,
  • εὐλογήσαι ἡμᾶς ὁ
  • θεός,
  • καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.