Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • γῆ ἐσείσθη, καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν ἀπὸ προσώπου τοῦ
  • θεοῦ τοῦ Σινά,
  • ἀπὸ προσώπου τοῦ θεοῦ Ἰσραήλ.
  • βροχὴν ἑκούσιον ἀφοριεῖς, ὁ θεός, τῇ κληρονομίᾳ σου·
  • καὶ ἠσθένησεν, σὺ δὲ κατηρτίσω αὐτήν.
  • τὰ ζῶά σου κατοικοῦσιν ἐν αὐτῇ,
  • ἡτοίμασας ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ.
  • ὁ θεὸς (12)κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει
  • πολλῇ,
  • ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ,
  • τοῦ ἀγαπητοῦ, καὶ ὡραιότητι τοῦ οἴκου διελέσθαι σκῦλα.
  • ἐὰν κοιμηθῆτε ἀνὰ μέσον τῶν κλήρων,
  • πτέρυγες περιστερᾶς περιηργυρωμέναι,
  • καὶ τὰ μετάφρενα αὐτῆς ἐν χλωρότητι χρυσίου. διαψαλμα.
  • ἐν τῷ διαστέλλειν τὸν ἐπουράνιον βασιλεῖς ἐπʼ αὐτῆς,
  • χιονωθήσονται ἐν Σελμών.
  • ὄρος τοῦ θεοῦ ὄρος πῖον,
  • ὄρος τετυρωμένον, ὄρος πῖον.