Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Εἰς τὸ τέλος· ᾠδὴ ψαλμοῦ ἀναστάσεως.
  • Ἀλαλάξατε τῷ θεῷ, πᾶσα ἡ γῆ.
  • ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ,
  • δότε δόξαν αἰνέσει αὐτοῦ·
  • εἶπατε τῷ θεῷ Ὡς φοβερὰ τὰ ἔργα σου·
  • ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί
  • πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι,
  • ψαλάτωσαν τῷ ὀνόματί σου. διάφαλμα.
  • δεῦτε, τέκνα, καὶ ἴδετε τὰ ἔργα τοῦ θεοῦ,
  • φοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων.
  • ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηράν,
  • ἐν ποτσμῷ διελεύσονται ποδί
  • ἐκεῖ εὐφρανθησόμεθα ἐπʼ αὐτῷ,
  • τῷ δεσπόζοντι ἐν τῇ δυναστίᾳ τοῦ αἰῶνος αὐτοῦ.
  • οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν,
  • οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς. διάψαλμα.
  • εὐλογεῖτε, ἔθνη, τὸν θεὸν ἡμῶν,
  • καὶ ἀκουτίσασθε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ,
  • [*](U+05D0RΤ)[*](11 αυτης 1⁰] αυτος R 12 ευλογησῃς Τ | της χρη... T | πλησθησεται U+05D0* (πλησθησονται U+05D0c.ᵃ) 13 πιανθησονται U+05D0 c.ᵃ R | ορη] ωραια U+05D0c.ᵃ οριο R¹ | περιεζωσονται (sic) R 14 πληθυνουσιν R | κραξονται R — Stich 30 BU+05D0 28 R L X V 1 om αναστασεως U+05D0 3 σε] σοι R 4 ψαλα- τωσαν 2⁰] + δη c.ᵃ | σου] + υψιστε U+05D0c.ᵃ (ras U+05D0c.b 5 om τεκνα BᵃᵇU+05D0R | om και U+05D0* (hab κ U+05D0c.ᵃ | θεου] κυριου R | φοβερος] pr ως U+05D0c.ᵃ 7 δυνα- στια (-τεια Bᵃᵇ)] + αυτου U+05D0c.ᵃ | του αιωνος αυτου] om αυτου U+05D0 αυτου του αιωνος R U+05D0 ακουτισασθε Bᵃᵇ ( ρθαι B*)] ακουτισατε c.ᵃR | της αινε- σεως] τ. αινεσεσεως U+05D0 ταινεσεως (sic) R)
    295

  • τοῦ θεμένου τὴν ψυχήν μου εἰς ζωήν,
  • [*](B)
  • καὶ μὴ δόντος εἰς σάλον τοὺς πόδας μου.
  • ὅτι ἐδοκίμασας ἡμᾶς, ὁ θεός, καὶ ἐπύρωσας ἡμᾶς ὡς πυροῦται
  • τὸ ἀργύριον.
  • εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα.
  • ἔθου θλίψεις ἐνώπιον ἡμῶν,
  • ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν·
  • διήλθομεν διὰ πυρὸς καὶ ὕδατος,
  • καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν
  • εἰσελεύσμαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαθτώμασιν,
  • ἀποδώσω σοι τὰς εὐχάς μου,
  • ἃς διέστειλεν τὰ χείλη μου
  • καὶ ἐλάλησεν τὸ στόμα μου ἐν τῇ θλίψει μου·
  • ὁλοκαυτώματα μεμυαλωμένα ἀνοίσω σοι μετὰ θυμιάματος καὶ
  • κριῶν,
  • ποιήσω σοι βόας μετὰ χιμάρων. διάψαλμα.
  • δεῦτε ἀκούσατε καὶ διηγήσομαι, πάντες οἱ φοβούμενοι τὸν
  • κύριον,
  • ὅσα ἐποίησεν τῇ ψυχῇ μου.
  • πρὸς αὐτὸν τῷ στόματί μου ἐκέκραξα,
  • καὶ ὕψωσα ὑπὸ τὴν γλῶσσάν μου.
  • ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδία, μὴ εἰσακουσάτω Κύριος.
  • διὰ τοῦτο εἰσήκουσέν μου ὁ θεός,
  • προσέσχεν τῇ φωνῇ τῆς προσευχῆς μου.
  • εὐλογητὸς ὁ θεὸς ὃς οὐκ ἀπέστησεν τὴν προσευχήν μου καὶ
  • τὸ ἔλεος αὐτοῦ ἀπʼ ἐμοῦ.