Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἐκραταίωσαν ἑαυτοῖς λόγον πονηρόν,
  • διηγήσαντο τοῦ κρύψαι παγίδας·
  • εἶπαν Τἰς ὄψεται αὐτούς;
  • ἐξηραύνησαν ἀνομίαν,
  • ἐξέλιπον ἐξεραυνῶντες ἐξεραυνήσει·
  • προσελεύσεται ἄνθρωπος καὶ καρδία βαθεῖα,
  • καὶ ὑψωθήσεται ὁ θεός.
  • βέλος νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν,
  • καὶ ἐξουθένησαν αὐτὸν αἱ γλῶσσαι αὐτῶν.
  • ἐταράχθησαν πάντες οἱ θεωροῦντες αὐτούς,
  • καὶ ἐφοβήθη πᾶς ἄνθρωπος·
  • [*](U+05D0RT)[*](11 om παραδοθησονται...ρομφαιας U+05D0* (hab U+05D0c.ᵃ) 12 θεω] κω U+05D0* (θω U+05D0c.a) R | επαινεθησεται BᵇU+05D0c.a Τ Stich 23 B 24 U+05D0Rᵛⁱᵈ 25 T LXIII 2 της προσευχης] της φωνης U+05D0* φωνης U+05D0c.a T | δεεσθαι] θλιβεσθαι R | om προς σε U+05D0* (hab U+05D0c.a) | εξελου] ρυσαι R | μου 2⁰] + (3) εσκεπασας (εσκεπ. BᵃᵇU+05D0*c.ᵇ σκεπασον U+05D0c.a T σκεπασας R) με απο συστροφης πονη- ρευομενων απο πληθους εργαζομενων αδικιαν (αδ. BᵃᵇU+05D0c.a T την αδ, U+05D0* την ανομιαν R ) Bᵃᵇ ing inf U+05D0RT 4 τοξον] + ουτων U+05D0c.ᵃ (om U+05D0c.b T 5 κατατοξευσωσιν T [ φοβηθησεται U+05D0c aT 6 παγιδας (πακιδας U+05D0*)] παγιδα U+05D0c.a | ειπον T 7 εξηρευνησαν BᵃᵇU+05D0RT | εξελειπον T | εξερευ· νωντες Bᵃᵇ RT | εξεραυνησει] εξερευνησει Bᵃb εξεραυνησεις U+05D0c.a T (εξερευν.) εξε- ρευνησιν R*ᵛⁱᵈ 9 εξουθενησαν] εξησθενησαν BᵃᵇU+05D0RT | αυτον] επ αυτους Bᵃᵇ U+05D0Τ + επ αυτους R)
    293
  • καὶ ἀνήγγειλαν τὰ ἔργα τοῦ θεοῦ,
  • [*](B)
  • καὶ τὰ ποιήματα αὐτοῦ συνῆκαν.
  • εὐφρανθήσεται δίκαιος ἐπὶ τῷ κυρίῳ, καὶ ἐλπιεῖ ἐπʼ αὐτόν.
  • καὶ ἐπαινεσθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.
  • Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυείδ, ᾠδή.
  • Σοι πρέπει ὕμνος, ὁ θεός, ἐν Σιών.
  • καὶ σοὶ ἀποδοθήσεται εὐχή.
  • εἰσάκουσον προσευχῆς μου, πρὸς σὲ πᾱσα σὰρξ ἥξει.
  • λόγοι ἀνόμων ὑπερηδυνάμωσαν ἡμᾶς,
  • καὶ τὰς ἀσεβείας ἡμῶν σὺ ἱλάσῃ.
  • μακάριος ὃν ἐξελέξω καὶ προσελάβου.
  • κατασκηνώσει ἐν ταῖς αὐλαῖς σου.
  • πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου·
  • ἅγιος ὁ ναός σου,
  • θαυμαστὸς ἐν δικαιοσύνῃ.
  • ἐπάκουσον ἡμῶν, ὁ θεὸς ὁ σωτὴρ ἡμῶν,
  • ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς·
  • ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύι σου.
  • περιεζωσμένος ἐν δυναστία·
  • ὁ συνταράσσων τὸ ὕδωρ τῆς θαλάσσης, ἤχους κυμάτων
  • αὐτῆς.
  • ταραχθήσονται τὰ ἔθνη
  • καὶ φοβηθήσονται οἱ κατοικοῦντες τὰ
  • πέρατα ἀπὸ τῶν σημείων σου·
  • ἐξόδους πρωίας καὶ ἑσπέρας τέρψεις.
  • ἐπεσκέψω τὴν γῆν καὶ ἐμέθυσας αὐτήν.
  • ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν·
  • ὁ ποταμὸς τοῦ θεοῦ ἐπληρώθη ὑδάτων·
  • ἡτοίμασας τὴν τροφὴν αὐτῶν, ὅτι οὕτως ἡ ἑτοιμασία σου.
  • [*](11 επι] εν U+05D0c.a R T | ελπισει R |επαινεθησονται Bᵇ T Stich 23 BU+05D0 20 R U+05D0RT 22 T L XIV 1 τω Δ.ψαλμος U+05D0 | om ωδη U+05D0T ωσης R 2 σοι 1° ] σε ου T | Σειων T | σοι 2⁰] συ T | ευχη] + εν Ιηλμ U+05D0Τ (Ιλημ T) εν Ιερουσαλημ R | 3 om μου U+05D0* (hab U+05D0c.ᵃ) R | σαρηξει B* (σαρξ ηξ. Bᵃᵇ) 4 υπερεδυναμωσαν BᵃᵇU+05D0c. a | ταις ασεβειαις U+05D0c T ( βιαις) 5 κατασκηνωσει BU+05D0c.ᵃ (κατασκη- νωση T)] κατοικησει U+05D0* | πλησθησωμεθα T 6 γης] + και εν θαλασση μακραν Bᵃᵇ ᵐᵍ U+05D0*R και των εν θ. μ. U+05D0c.a Τ 7 σου] αυτου U+05D0RT | δυναστεα BᵃᵇU+05D0 8 υδωρ] κυτος U+05D0RΤ | αυτης] + τις υποστησεται U+05D0c.a Τ 9 τα περατα BU+05D0c.a RT] την γην U+05D0* 10 ουτων B U+05D0 c.ᵃR T] αυτης U+05D0* | om σου U+05D0c.ᵃ)
    294
    [*](B)

  • τοὺς αὔλακας αὐτῆς μέθυσον,
  • πλήθυνον τὰ γενήματα αὐτῆς,
  • ἐν ταῖς σταγόσιν αὐτῆς εὐφρανθήσεται ἀνατέλλουσα.
  • [*](¶Τ)

  • εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός ¶ σου,
  • καὶ τὰ πεδία σου πλησθήσονται πιότητος·
  • πιανθήσεται τὰ ὄρη τῆς ἐρήμου,
  • καὶ ἀγαλλίασιν οἱ βουνοὶ περιζώσονται.
  • ἐνεδύσαντο οἱ κριοὶ τῶν προβάτων,
  • καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον·
  • κεκράξονται, καὶ γὰρ ὑμνήσουσιν.