Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων,
  • ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπαων ἐν ζυγοῖς τοῦ ἀδικῆσαι.
  • αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτό.
  • μὴ ἐλπίζετε ἐπὶ ἀδικίαν,
  • καὶ ἐπὶ ἁρπάγματα μὴ ἐπιποθεῖτε·
  • πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν.
  • ἅπαξ ἐλάλησεν ὁ θεός, δύο ταῦτα ἤκουσα,
  • ὅτι τὸ κράτος τοῦ θεοῦ
  • καὶ σοῦ, κύριε, τὸ ἔλεος,
  • ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτυῦ.
  • ψαλμὸς τῷ Δαυείδ, ἐν τῷ εἶναι αὐτὸν ἐν τῇ
  • ἐρήμῳ τῆς Ἰδουμαίας.
  • Ὁ θεὸς ὁ θεός μου. πρὸς σὲ ὀρθρίζω·
  • ἐδίψησέν σοι ἡ ψυχή μου.
  • ποσαπλῶς σοι ἡ σάρξ μου.
  • ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ.
  • οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι,
  • τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου.
  • ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπέρ ζωάς,
  • τὰ χείλη μου ἐπαινέσουσίν σε.
  • οὕτως εὐλογήσω σε ἐν τῆ ζωῇ μου.
  • ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου.
  • ὼσεὶ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου.
  • καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ ὄνομά σου.
  • εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τῷ ὄρθρῳ μου
  • ἐμελέτων εἰς σέ·
  • ὅτι ἐγενήθης βοηθός μου.
  • καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι.
  • ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου,
  • ἐμοῦ ἀντελάβετο ἡ δεξιά σου.
  • [*](9 ο θεος] pr οτι U+05D0c.ᵃ (ras U+05D0c.b ) T|om διαψαλμα T 10 οι υιοι bis] om οι R U+05D0RT 11 επι 1⁰] επ U+05D0 T | αρπαγμα U+05D0c.ᵃRT | καρδια U+05D0c. α 13 σου] συ B* σε R* σοι R¹ |συ] σου U+05D0c.ᵃ|αποδωσης T Stich 28 BR 25 U+05D0 29 T L XII 1 Ιδου μαιας] Ιουδαιας U+05D0Τ 2 σοι 1⁰] σε Bᵇ et fort cU+05D0c.aT 4 κρεισσων B (κρεισ- σον U+05D0 T) 5 ουτω R* 6 εμπλησθειη] επλησθη R | το ονομα σου] το στοαα μου U+05D0c.a RᵛⁱᵈT 7 10 rescr vid Rᵇ 7 τω ορθρω] τοις ορθροις BᵃU+05D0RT om μου 2⁰ U+05D0RT 8 τη σκεπη] om τη R 9 εμου] δε U+05D0c.a RT)
    292
    [*](B)

  • αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου,
  • εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς,
  • παραδοθήσονται εἰς χεῖρας ῥομφαίας,
  • μερίδες ἀλωπέκων ἔσονται.
  • ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ θεῷ,
  • ἐπαινεσθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ,
  • ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα.
  • Bἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυείδ.
  • Εἰσάκουσον, ὁ θεός, τῆς προσευχῆς μου ἐν τῷ δέεσθαί με
  • πρὸς σέ,
  • ἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου.
  • οἵτινες ἠκόνησαν ὡς ῥομφαίαν τὰς γλώσσας αὐτῶν,
  • ἐνέτειναν τόξον πρᾶγμα πικρόν,
  • τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἄμωμον·
  • ἐξάπινα κατατοξεύσουσιν αὐτὸν καὶ οὐ φοβηθήσονται.