Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Εἰς τὸ τέλος· μὴ διαφθείρῃς· τῷ Δαυεὶδ εἰς στηλο-
  • γραφίαν, ὁπότε ἀπέστειλεν Σαοὺλ καὶ ἐφύλαξεν τὸν
  • οἴκον αὐτοῦ τοῦ θανατῶσαι αὐτόν.
  • Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ θεός,
  • καὶ ἐκ τῶν ἐπανιστανομένων ἐπʼ ἐμὲ λύτρωσαί με.
  • ῥῦσαί με ἐκ τῶν ἐργαζομένων τὴν ἀνομίαν,
  • καὶ ἐξ ἀνδρῶν αἱμάτων σῶσόν με.
  • ὅτι ἰδοὺ ἐθήρευσαν τὴν ψυχὴν μου.
  • ἐπέθεντο ἐπʼ ἐμὲ κραταιοί
  • οὔτε ἡ ἀνομία μου οὔτε ἡ ἁμαρτία μου, Κύριε.
  • ἄνευ ἀνομίας ἔδραμον καὶ κατεύθυνα·
  • ἐξεγέρθητι εἰς συνάντησίν μου καὶ ἴδε,
  • καὶ σύ, Κύριε ὁ θεὸς τῶν δυνάμεων, ὁ θεὸς Ἰσραήλ,
  • πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη,
  • μὴ οἰκτειρήσῃς πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν.
  • διάψαλμα.
  • ἐπιστρέψουσιν εἰς ἑσπέραν καὶ λιμώξουσιν ὡς κύων, καὶ
  • κυκλώσουσιν πόλιν.
  • ἰδοὺ ἀποφθέγξονται ἐν τῷ στόματι αὐτῶν, καὶ ῥομφαία ἐν
  • τοῖς χείλεσιν αὐτῶν·
  • ὅτι τίς ἤκουσεν;
  • καὶ σύ, Κύριε, ἐκγελάσῃ αὐτούς.
  • ἐξουδενώσεις πάντα τὸ ἔθνη.
  • τὸ κράτος μου πρὸς σὲ φυλάξω,
  • ὅτι θεὸς ἀντιλήμπτωρ μου εἶ.
  • ὁ θεός μου, τὸ ἔλεος αὐτοῦ προφθάσει με·
  • ὁ θεός μου δείξει μοι ἐν τοῖς ἐχθροῖς μου.
  • μὴ ἀποκτείνῃς αὐτούς, μή ποτε ἐπιλάθωνται τοῦ νόμου σου·
  • διασκόρπισον αὐτοὺς ἐν τῇ δυνάμει σου
  • καὶ κατάγαγε αὐτούς, ὁ ὑπερασπιστής μου κύριε.