Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Εἰς τὸ τέλος· μὴ διαφθείρης· τῷ Δαυεὶδ
  • εἰς στηλογραφίαν.
  • Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε;
  • εὐθεῖα κρίνετε, οἱ υἱοὶ τῶν ἀνθρώπων;
  • καὶ γὰρ ἐν καρδίᾳ ἀνομίας ἐργάζεσθε ἐν τῇ γῆ,
  • ἀδικίαν αἱ χεῖρες ὑμῶν συνπλέκουσιν.
  • ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας,
  • ἐπλανήθησαν ἀπὸ γαστρός, ἐλάλησαν ψεύδη.
  • θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως,
  • ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς,
  • ἥτις οὐκ εἰσακούσεται φωνὴν ἐπᾳδόντων
  • φαρμάκου τε φαρμακευομένου παρὰ σοφοῦ.
  • ὁ θεὸς συνέτριψεν τοὺς ὀδόντας αὐτῶν ἐν τῷ στόματι αὐτῶν,
  • τὰς μύλας τῶν λεόντων συνέθλασεν Κύριος.
  • ἐξουδενωθήσονται ὡς ὕδωρ διαπορευόμενον,
  • ἐντενεῖ τὸ τόξον αὐτοῦ ἕως οὗ ἀσθενήσουσιν.
  • ὡσεὶ κηρὸς ὁ τακεὶς ἀνταναιρεθήσονται·
  • ἐπέπεσε πῦρ, καὶ οὐκ εἶδον τὸν ἥλιον.
  • πρὸ τοῦ συνεῖναι τὰς ἀκάνθας ὑμῶν
  • τὴν ῥάμνον, ὡσεὶ ζῶντας, ὡσεὶ ἐν ὀργῇ καταπίεται ὑμᾶς.
  • εὐφρανθήσεται δίκαιος ὅταν ἴδῃ ἐκδίκησιν ἀσεβῶν.
  • τὰς χεῖρας αὐτοῦ νίψεται ἐν τῷ αἵματι τοῦ ἁμαρτωλοῦ.
  • καὶ ἐρεῖ ἄνθρωπος Εἰ ἄρα ἐστὶν καρπὸς τῷ δικαίῳ,
  • ἄρα ἐστὶν ὁ θεὸς κρίνων αὐτοὺς ἐν τῇ γῆ.