Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἁμαρτίαν στόματος αὐτῶν, λόγον χειλέων αὐτῶν,
  • καὶ συνλημφθήτωσαν ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν·
  • καὶ ἐξ ἀρᾶς καὶ ψεύδους διαγγελήσονται
  • συντέλειαι,
  • [*](¶ T)
  • ἐν ὀργῇ συντελείας, καὶ οὐ μὴ ὑπάρξουσιν·¶
  • καὶ γνώσονται ὅτι ὁ θεὸς τοῦ Ἰακὰβ δεσπόζει τῶν περάτων
  • τῆς γῆς. διάψαλμα.
  • ἐπιστρέψουσιν εἰς ἑσπέραν καὶ λιμώξουσιν ὡς κύων, καὶ
  • κυκλώσουσιν πόλιν·
  • αὐτοὶ διασκορπισθήσονται τοῦ φαγεῖν,
  • ἐὰν δὲ χορτασθῶσιν, καὶ γογγύσουσιν.
  • ἐγὼ δὲ ἄσομαι τῇ δυνάμει σου,
  • καὶ ἀγαλλιάσομαι τὸ πρωὶ τὸ ἔλεός σου·
  • ὅτι ἐγενήθης ἀντιλήμπτωρ μου
  • καὶ καταφυγὴ ἐν ἡμέρᾳ θλίψεως.
  • βοηθός μου, σοὶ ψαλῶ, ὁ θεός μου·
  • ὅτι ἀντιλήμπτωρ μου εἶ,
  • ὁ θεός μου, τὸ ἔλεός μου.
  • Εἰς τὸ τέλος· τοῖς ἀλλοιωθησομένοις, ἔτι εἰς στηλογραφίαν
  • τῷ Δαυείδ, εἰς διδαχήν, ὁπότε ἐνεπύρισεν
  • τὴν Μεσοποταμίαν Συρίας καὶ τὴν Συρίαν Σωβάλ,
  • καὶ ἐπέστρεψεν Ἰωὰβ καὶ ἐπάταξεν τὴν
  • φάραγγα τῶν ἁλῶν δώδεκα χιλιάδας.
  • Ὁ θεός, ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς,
  • ὑργίσθης καὶ οἰκτειρησας ἡμᾶς.
  • συνέσεισας τὴν γῆν καὶ συνετάραξας αὐτήν·
  • ἴασαι τὰ συντρίμματα αὐτῆς, ὅτι ἐσαλεύθησαν,
  • ἔδειξας τῷ λαῷ σου σκληρά,
  • ἐπότισας ἡμᾶς οἶνον κατανύξεως.
  • [*](§Τ)

  • §ἔδξδωκας τοῖς φοβουμένοις σε σημείωσιν, τοῦ φυγεῖν ἀπὸ
  • προσάπου τόξου. διάψαλμα.