Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Εἰς τὸ τέλος· μὴ διαφθείρῃς· τῷ Δαυεὶδ εἰς στηλοΣαούλ
  • γραφίαν, εν τῷ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προσώπου
  • εἰς τὸ σπήλαιον.
  • Ἐλέησόν με, ὁ θεός, ἐλέησόν με·
  • ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχὴ μου,
  • καὶ ἐν τῇ σκιῷ τῶν πτερύγων σου ἐλπιῶ
  • ἕως οὗ παρέλθῃ ἡ ἀνομία.
  • κεκράξομαι πρὸς τὸν θεὸν τὸν ὕψιστον,
  • τὸν θεὸν τὸν εὐεργετήσαντά με. διάψαλμα.
  • ἐξαπέστειλεν ἐξ οὐρανοῦ καὶ ἔσωσέν με,
  • ἔδωκεν εἰς ὄνειδος τοὺς καταπατοῦντάς με·
  • ἐξαπέστειλεν ὁ θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ,
  • καὶ ἐρύσατο τὴν ψυχὴν μου ἐκ μέσου σκύμνων.
  • ἐκοιμήθην τεταραγμένος·
  • υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλον καὶ βέλη,
  • καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα.
  • ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ θεός,
  • καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.
  • παγίδας ἡτοίμασαν τοῖς ποσίν μου,
  • καὶ κατέκαμψαν τὴν ψυχήν μου·
  • ὤρυξαν πρὸ προσώπου μου βόθρον,
  • καὶ ἐυέπεσαν εἰς αὐτόν.
  • έτοίμη ἡ καρδία μου. ὁ θεός,
  • ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψαλῶ.
  • ἐξεγέρθητι ἡ δόξα μου.
  • ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα·
  • ἐξεγερθήσομαι ὄρθρου.
  • ἐξομολογήσομαί σοι ἐν λαοῖς, κύριε.
  • ψαλῶ σοι ἐν ἔθνεσιν·
  • ὅτι ἐαλύνθη ἕως τῶν οὐρανῶν τὸ ἔλεός σου.
  • καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου.
  • διάψαλμα.
  • [*](LVI 1 αποδιδρασκειν αυτον R* 2 η ψυχην U+05D0 | τη σκια] σκεπη R* (τη U+05D0RT σκια Rᵃ) 3 τον υψιστον] om τον R | om τον 2⁰ R * | om διαψαλμα U+05D0 4 του καταπατουντας U+05D0* (τους καταπ. U+05D0 c.a) | με 2⁰] + διαψαλμα U+05D0 5 ερρυ- σατο Β b U+05D0R*ᵛⁱᵈ | οπλον BU+05D0*c.b] οπλα U+05D0 c.a RT 7 παγιδας (πακιδας U+05D0*) παγιδα B? (ras ς) U+05D0 RT | τοις ποσιν] την ψυχην U+05D0 |om διαφαλμα T 8 ασω- μαι Τ | ψαλω] + σοι εν τη δοξη μου U+05D0* (om σοι U+05D0c.a) 9 κιθαρα] κιραραμ Rᵛⁱᵈ 11 η αληθεια σου εως των νεφελων U+05D0 ― Stich 30 BU+05D0 26 R 29 Τ)
    286
    [*](B)

  • ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ θεός,
  • καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.