Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • κατεπάτησάν με οἱ ἐχθροί μου ὅλην τὴν ἡμέραν ἀπὸ ὕψους
  • ἡμέρας·
  • ὅτι πολλοὶ οἱ πολεμοῦντές με
  • φοβηθήσονται,
  • ἐγὼ δὲ ἐπὶ σοὶ ἐλπιῶ.
  • ἐν τῷ θεῷ ἐπαινέσω τοὺς λόγους μου ὅλην τὴν ἡμέραν·
  • ἐν τῷ θεῷ ἤλπισα, οὐ φοβηθήσομαι τί ποιήσει μοι σάρξ.
  • ὅλην τὴν ἡμέραν τοὺς λόγους μου ἐβδελύσσοντο,
  • κατʼ ἐμοῦ πάντες οἱ διαλογισμοὶ αὐτῶν εἰς κακόν.
  • παροικήσουσιν καὶ κατακρύψουσιν·
  • αὐτοὶ τὴν πτέρναν μου φυλάξουσιν, καθάπερ ὑπέμεινα τῇ
  • ψυχῇ μου·
  • ὑπὲρ τοῦ μηθενὸς σώσεις αὐτούς,
  • ἐν ὀργῇ λαοὺς κατάξεις.
  • ὁ θεός,
  • τὴν ζωήν μου ἐξήγγειλά σοι,
  • ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου ὡς καὶ ἐν τῇ ἐπαγγελίᾳ
  • σου
  • ἐπιστρέψουσιν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω,
  • ἐν ᾖ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε
  • ἰδοὺ ἔγνων ὅτι θεός μου εἶ σύ.
  • ἐπὶ τῷ θεῷ αἰνέσω ῥῆμα,
  • ἐπὶ τῷ θεῷ αἰνέσω λόγον.
  • ἐπὶ τῷ θεῷ ἤλπισα, οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος.
  • ἐν ἐμοί, ὁ θεός, αἱ εὐχαὶ ἃς ἀποδώσω αἰνέσεως·
  • ὅτι ἐρύσω τὴν ψυχήν μου ἐκ θανάτου,
  • καὶ τοὺς πόδας μου ἐξ ὀλισθήματος,
  • τοῦ εὐαρεστῆσαι ἐνώπιον τοῦ θεοῦ ἐν φωτὶ ζώντων.