Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτὴν ἐπὶ τὰ τείχη αὐτῆς,
  • ἀνομία καὶ πόνος ἐν μέσῳ αὐτῆς
  • καὶ ἀδικία,
  • καὶ οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς κόπος καὶ δόλος.
  • ὅτι εἰ ἐχθρὸς ὠνείδισέν με, ὑπήνεγκα ἄν,
  • καὶ εἰ ὁ μισῶν ἐπʼ ἐμὲ ἐμεγαλορημόνησεν. ἐκρύβην ἂν
  • ἀπʼ αὐτοῦ.
  • σὺ δέ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου·
  • ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανας ἐδέσματα,
  • ἐν τῷ οἴκῳ τοῦ θεοῦ ἐπορεύθημεν ἐν ὁμονοίᾳ.
  • [*](U+05D0RT 8 εξομολογησομαι] pr και R | σου] + κε U+05D0T + Κυριω R 9 ερρυσω BᵇU+05D0R* | επειδεν] εφιδεν R*Τ — Stich 15 BU+05D0T 16 R LIV 3 αδο- λεσχεια Bᵃᵇ 4 ανομιαι U+05D0c.a Τ 5 εμε] + (6) φοβος και τρομος ηλθεν επ εμε και εκαλυψεν (εκαλυψε Bᵃ? ᵇ?) με σκοτος Bᵃ? b? mᵍ inf U+05D0RT 7 ειπα] ειπον T | ως U+05D0* (ωσει U+05D0c. ᵃ) 8 εμακρυνου R* 9 τον σωζοντα] pr τον θν U+05D0c.a T | καταιγιδος] pr απο U+05D0c.a T 10 ιδον U+05D0T | πολει] γη U+05D0* (πολι U+05D0c.a) 11 κυκλωση T | αυτης 1⁰] σαυτης B* (αυτ. Bᵃᵇ) | ανομια] pr και U+05D0c.a T | πονος] κοπος U+05D0RT 12 εξελειπεν T | κοπος] τοκος U+05D0c.a RT 13 εχθρος] pr ο R | μισων] + με RT 14 γνωστα U+05D0c.a RT 15 εγλυ- κανας] pr μοι U+05D0* R* + μοι U+05D0c.a T | θεου] κυριου R*)
    283

  • ἐλθέτω θάνατος ἐπʼ αὐτούς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες·
  • [*](B)
  • ὅτι πονηρίαι ἐν ταῖς παροικίαις αὐτῶν ἐν μέσῳ αὐτῶν.
  • ἐγὼ πρὸς τὸν θεὸν ἐκέκραξα, καὶ ὁ κύριος εἰσήκουσέν μου.
  • ἑσπέρας καὶ πρωὶ καὶ μεσημβρίας διηγήσομαι
  • ἀπαγγελῶ, καὶ εἰσακούσεται τῆς φωνῆς μου.
  • λυτρώσεται ἐν εἰρήνῃ τὴν ψυχήν μου ἀπὸ τῶν ἐγγιζόντων μοι,
  • ὅτι ἐν πολλοῖς ἤσαν σὺν ἐμοί.
  • εἰσακούσεται ὁ θεὸς καὶ ταπεινώσει αὐτοὺς ὁ ὑπάρχων πρὸ
  • τῶν αἰώνων. διάψαλμα.
  • οὐ γάρ ἐστιν αὐτοῖς ἀντάλλαγμα,
  • καὶ οὐκ ἐφοβήθησαν τὸν θεόν.
  • ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ ἐν τῷ ἀποδιδόναι·
  • ἐβεβήλωσαν τὴν διαθήκην αὐτοῦ,
  • διεμερίσθησαν ἀπὸ ὀργῆς τοῦ προσώπου αὐτοῦ, καὶ ἤγγισεν
  • ἡ καρδία αὐτοῦ·
  • ἡπαλύνθησαν οἱ λόγοι αὐτοῦ ὑπέρ ἔλαιον, καὶ αὐτοί εἰσιν
  • βολίδες.
  • ἐπίριψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει·
  • οὐ δώσει εἰς τὸν αἰῶνα σάλον τῷ δικαίῳ.
  • σὺ δέ, ὁ θεός, κατάξεις αὐτοὺς εἰς φρέαρ διαφθορᾶς·
  • ἄνδρες αἱμάτων καὶ δολιότητος οὐ μὴ ἡμισεύσωσιν τὰς
  • ἡμέρας αὐτῶν·
  • ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σέ, Κύριε.