Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Εἰς τὸ τέλος, ὑπὲρ τοῦ λαοῦ τοῦ ἀπὸ τῶν ἁγίων
  • μεμακρυμμένου· τῷ Δαυεὶδ εἰς στηλογραφίαν, ὁπότε
  • ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γέθ.
  • Ἐλέησόν με, Κύριε, ὅτι κατεπάτησέν με ἄνθρωπος.
  • ὅλην τὴν ἡμέραν πολεμῶν ἔθλιψέν με.
  • [*](16 ελθατω U+05D0R1T + δη T | καταβηωσαν R | πονηρια R 17 εγω] + δε U+05D0RT U+05D0*| (om U+05D0c.ᵃ) R 18 απαγγελω] pr και U+05D0c.a RT | εισακουσεται] + Κυριος R* 20 εισακουσεται] + με R | ο θεος] Κυριος R* | om διαψαλμα T | και 2⁰] οτι T 21 om εξετεινεν την χειρα αυτου U+05D0* (hab εξετινεν την χ. α. U+05D0c. ᵃ) | om εβεβη- | λωσαν την δ. αυτου U+05D0* (hab U+05D0c. ᵃ) 22 διεμερισθησαν] pr και U+05D0 | ηγγισαν αι καρδιαι T | αυτου 2⁰, 3⁰ BU+05D0*c. ᵇR*] ουτων U+05D0c.a T 23 επιρριψον BᵃᵇR | | διαθρεψη T 24 καταξης T | ημισευσιν R | ελπιω επι σε Κυριε] κε ελπιω επι σοι U+05D0c.a επι σε ελπιω Κυριε U+05D0*c.b R* ελπιω επι σοι κε T — Stich 40 B 42 U+05D0 45 R 53 T LV 2 Κυρε] ο θς U+05D0RT)
    284
    [*](B)

  • κατεπάτησάν με οἱ ἐχθροί μου ὅλην τὴν ἡμέραν ἀπὸ ὕψους
  • ἡμέρας·
  • ὅτι πολλοὶ οἱ πολεμοῦντές με
  • φοβηθήσονται,
  • ἐγὼ δὲ ἐπὶ σοὶ ἐλπιῶ.
  • ἐν τῷ θεῷ ἐπαινέσω τοὺς λόγους μου ὅλην τὴν ἡμέραν·
  • ἐν τῷ θεῷ ἤλπισα, οὐ φοβηθήσομαι τί ποιήσει μοι σάρξ.
  • ὅλην τὴν ἡμέραν τοὺς λόγους μου ἐβδελύσσοντο,
  • κατʼ ἐμοῦ πάντες οἱ διαλογισμοὶ αὐτῶν εἰς κακόν.
  • παροικήσουσιν καὶ κατακρύψουσιν·
  • αὐτοὶ τὴν πτέρναν μου φυλάξουσιν, καθάπερ ὑπέμεινα τῇ
  • ψυχῇ μου·
  • ὑπὲρ τοῦ μηθενὸς σώσεις αὐτούς,
  • ἐν ὀργῇ λαοὺς κατάξεις.
  • ὁ θεός,
  • τὴν ζωήν μου ἐξήγγειλά σοι,
  • ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου ὡς καὶ ἐν τῇ ἐπαγγελίᾳ
  • σου
  • ἐπιστρέψουσιν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω,
  • ἐν ᾖ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε
  • ἰδοὺ ἔγνων ὅτι θεός μου εἶ σύ.
  • ἐπὶ τῷ θεῷ αἰνέσω ῥῆμα,
  • ἐπὶ τῷ θεῷ αἰνέσω λόγον.
  • ἐπὶ τῷ θεῷ ἤλπισα, οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος.
  • ἐν ἐμοί, ὁ θεός, αἱ εὐχαὶ ἃς ἀποδώσω αἰνέσεως·
  • ὅτι ἐρύσω τὴν ψυχήν μου ἐκ θανάτου,
  • καὶ τοὺς πόδας μου ἐξ ὀλισθήματος,
  • τοῦ εὐαρεστῆσαι ἐνώπιον τοῦ θεοῦ ἐν φωτὶ ζώντων.