Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπʼ ἐμέ,
  • καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχὴν μου·
  • οὐ προέθεντο τὸν θεὸν ἐνώπιον αὐτῶν. διάφαλμα.
  • ἰδοὺ γὰρ ὁ θεὸς βοηθεῖ μοι.
  • καὶ ὁ κύριος ἀντιλήμπτωρ τῆς ψυχῆς μου.
  • ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου·
  • ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς.
  • ἑκουσίως θύσω σοι,
  • [*](4 αμα BU+05D0c.a BT] επι το αυτο U+05D0* | ηχρειωθησαν BᵃᵇT (ηχριωθ.) | αγαθον U+05D0RT BU+05D0c.a RT] χρηστοτητα U+05D0* 5 εσθοντες BU+05D0*c. ᵇ] κατεσθοντες U+05D0c.a κατεσθι- οντες RT (καταισθ.) | βρωσει] pr εν T | θεον BU+05D0c.a] κυριον U+05D0* R 6 φο- βηθησονται BU+05D0*c. ᵇ] εφοβηθησαν U+05D0c. ᵃΤ εδειλιασαν R | φοβον] φοβω U+05D0c. ᵃ T ου] ω RT 7 Σειων T | αποστρεψαι] επιστρεψαι BᵇU+05D0T επιστρεψεν [sic] R* | Κυριον] τον θν U+05D0c.aRaT — Stich 15 BU+05D0 17 R 16 Τ LIII 2 Ζιφεους Τ | ειπειν BᵃᵇU+05D0RT | τω 3⁰] του R 3 κρινον] κρινεις U+05D0c.a (κρεινις) T | με 2⁰] μοι T 4 την προσευχην R* 5 ου] pr και U+05D0c.a (om U+05D0c. ᵇ) RT 7 τα κακα] πονηρα R* | τοις εχθροις] pr εν R* | εξολεθρευσον U+05D0R*T)
    282
    [*](B)
  • ἐξομολογήσομαι τῷ ὀνόματί σου, ὅτι ἀγαθόν·
  • ὅτι ἐκ πάσης θλίψεως ἐρύσω με.
  • καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου.
  • Εἰς τὸ τέλος, ἐν ϋμνοις· συνέσεως τῷ Δαυείδ.
  • Ἐνώτισαι, ὁ θεός, τὴν προσευχὴν μου,
  • καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου,
  • πρόσχες μοι καὶ εἰσάκουσόν μου.
  • ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην
  • ἀπὸ φωνῆς ἐχθροῦ καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ·
  • ὅτι ἐξέκλιναν ἐπʼ ἐμέ ἀνομίαν, καὶ ἐν ἀργῇ ἐνεκότουν μοι.
  • ἡ καρδία μου ἐταράχθη ἐν ἐμοί, καὶ δειλία θανάτου ἐπέπεσεν
  • ἐπʼ ἐμέ·
  • καὶ εἶπα Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς, καὶ
  • πετασθήσομαι καὶ καταπαύσω ;
  • ἰδοὺ ἐμάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ.
  • διάψαλμα.
  • προσεδεχόμην τὸν σώζοντά με ἀπὸ ὀλιγοψυχίας καὶ
  • καταπόντισον, κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν,
  • ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει.