Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς φωνὴν τῶν καταρακτῶν σου·
  • πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπʼ ἐμὲ διῆλθον.
  • ἡμέρας ἐντελεῖται Κύριος τὸ ἔλεος αὐτοῦ, καὶ νυκτὸς δηλώσει·
  • παρʼ ἐμοὶ προσευχὴ τῷ θεῷ τῆς ζωῆς μου.
  • ἐρῶ τῷ θεῷ Ἀντιλήμπτωρ μου εἶ, διὰ τί μου ἐπελάθου;
  • ἴνα τί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν
  • μου;
  • [*](XLI 1 Κορε] + ψαλμος τω Δαδ A* ψαλμος RT 3 τον θεον] + τον U+05D0ART ισχυρον BcU+05D0c.aAT 4 εγενηθη] μοι R | μου] + μοι U+05D0c.ᵃ+ εμοι AT 5 διελευσομαι] εισελευσομαι R* | εν τοπω] εις τοπον R | σκηνης] σκηνωμα- τος R | θαυμαστως R* | ηχους ART | εορταζοντος U+05D0c.a ART 6 ψυχη] + μου U+05D0c.aART | τον θεον] Κυριον R* | μου 1⁰] σου U+05D0* (μου U+05D0c.a) | ο θεος] pr και U+05D0c.ᵃAR 7 σου] + κε U+05D0* (om U+05D0c.a) AR* | Ιορδαννου R | Ερνω- μειν R*ᵛⁱᵈ 8 φωνας R* (φωνην R¹) 9 νυκτος] εν νυκτι R* | δη- λωσει] ωδη αυτω U+05D0c.a ω. αυτου A | om παρ εμοι U+05D0* (hab U+05D0c.a sed ipse rursus del vid) c praec coniung A | εμοι] εμαυτου R 10 om ει A | επελαθου (ε 2⁰ sup ras B?)] + ινα τι απωσω με R | ινα τι] pr και U+05D0c.a AR | om μου 3° U+05D0c.a)

    268
    [*](B)

  • ἐν τῷ καταθλάσαι τὰ ὀστᾶ μου ὠνείδισάν με οἱ θλίβοντές με,
  • ἐν τῷ λέγειν αὐτοὺς μοι καθʼ ἑκάστην ἡμέραν Ποῦ ἐστιν ὁ
  • θεός σου ;
  • ἵνα τί περίλυπος εἶ, ἡ ψυχή, καὶ ἵνα τί συνταράσσεις με;
  • ἔλπισον ἐπὶ τὸν θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ·
  • ἡ σωτηρία τοῦ προσώπου μου ὁ θεός μου.
  • Ψαλμὸς τῷ Δαυείδ.
  • Κρῖνόν με, ὁ θεός, καὶ δίκασον τὴν δίκην μου ἐξ ἔθνους οὐχ ὁσίου·
  • ἀπὸ ἀνθρώπου ἀδίκου και δολίου ῥῦσαί με.
  • ὅτι σὺ εἶ ὁ θεὸς κραταίωμά μου·
  • ἵνα τί ἀπώσω με ;
  • καὶ ἵνα τί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν
  • ἐχθρόν μου;
  • ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου·
  • αὐτά με ὡδήγησαν καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου
  • καὶ εἰς τὰ σκηνώματά σου.
  • καὶ εἰσελεύσομαι πρὸς τὸ θυσιαστήριον τοῦ θεοῦ,
  • πρὸς τὸν θεὸν τὸν εὐφραίνοντα τὴν νεότητά μου·
  • ἐξομολογήσομαί σοι, Κύριε ὁ θεός μου, ἐν κιθάρᾳ.
  • ἵνα τί περίλυπος εἶ, ψυχή, καὶ ἴνα τί συνταράσσεις με;
  • ἔλπισον ἐπὶ τὸν θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ·
  • σωτήριον τοῦ προσώπου μου ὁ θεός μου.
  • Εἰς τὸ τέλος· τοῖς υἱοῖς Κόρε εἰς σύνεσιν ψαλμός.
  • Ὁ θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν,
  • οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν,
  • [*](U+05D0AR)[*](11 καταθλασθαι U+05D0c.a | ωνειδιζον U+05D0c.a A | με 1⁰] seq ras 2 litt in A | οι θλιβοντες με] οι εχθροι μου U+05D0c.aA | λεγεσθαι R | om αυτους R | μοι] μν (sic) R* με Rᵃ ᵛⁱᵈ | καθεκαθεκαστην A | εστιν] + ων R ᵛⁱᵈ 12 η ψυχη] om η Bᵃᵇ + μου AR | τον θεον] Κυριον R | η σωτηρια] σωτηριον U+05D0c.a AR | ο θεος] pr και U+05D0c.a AR — Stich 25 BU+05D0 30 AR XLII 1 ψαλμος τω Δ.] τω Δ. ψαλμος U+05D0 pr εις το τελος συνεσεως τοις υιοις Κορε A + ανεπιγραφος παρ Εβραιοις R | με 1⁰] μοι A 2 om ει U+05D0c.a A | ο θεος] + μου U+05D0R | om και U+05D0* (hab U+05D0c.a) | om μου 2⁰ U+05D0c.a 4 om Κυριε U+05D0A | εν κιθαρα ο θς μου U+05D0*A εν κιθ. ο θς ο θς μου U+05D0c.a vid R 5 ψυχη] η ψ.μου U+05D0c.aAR | τον θεον] Κυριον R | ο θεος] pr και U+05D0c.aAR — Stich 14 BA 13 U+05D0R XLIII 1 om εις συνεσιν A (sign adpinx Aᵇ?) | om ψαλμος U+05D0)
    269
  • ἔργον ὃ εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμέραις ἀρχαίαις.
  • [*](B)

  • ἡ χείρ σου ἔθνη ἐξωλόθρευσεν, καὶ κατεφύτευσας αὐτούς,
  • [*](§ Τ)
  • ἐκάκωσας λαοὺς καὶ ἐξέβαλες αὐτούς.
  • οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν.
  • καὶ ὁ βραχίων αὐτῶν οὐκ ἔσωσεν αὐτούς·
  • ἀλλ᾿ ἡ δεξιά σου καὶ ὁ βραχίων σου καὶ ὁ φωτισμὸς τοῦ προσώπου
  • σου,
  • ὅτι εὐδόκησας ἐν αὐτοῖς.
  • σὺ εἶ αὐτὸς ὁ βασιλεύς μου καὶ ὁ θεός μου,
  • ὁ ἐντελλόμενος τὰς σωτηρίας Ἰακώβ.
  • ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν,
  • καὶ ἐν τῷ ὀνόματί σου ἐξουθενώσομεν τοὺς ἐπανιστανομένους
  • ἡμῖν.
  • οὐ γὰρ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ,
  • καὶ ἡ ῥομφαία μου οὐ σώσει με·
  • ἐν τῷ θεῷ ἐπαινεσθησόμεθα ὅλην τὴν ἡμέραν,
  • καὶ ἐν τῷ ὀνόματί σου ἐξομολογησόμεθα εἰς τὸν αἰῶνα.
  • διάψαλμα.