Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Κύριος βοηθήσαι αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ,
  • ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀρρωστίᾳ αὐτοῦ.
  • ἐγὼ εἶπα Κύριε, ἐλέησόν με·
  • ἴασαι τὴν ψυχὴν μου, ὅτι ἥμαρτόν σοι.
  • οἱ ἐχθροί μου εἶπαν κακά μοι
  • Πότε ἀποθανεῖται καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ;
  • καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει·
  • ἡ καρδία αὐτοῦ συνήγαγεν ἀνομίαν ἑαυτῷ,
  • ἐξεπορεύετο ἔξω καὶ ἐλάλει
  • ἐπὶ τὸ αὐτὸ κατʼ ἐμοῦ.
  • ἐψιθύριζον πάντες οἱ ἐχθροί μου κατʼ ἐμοῦ·
  • ἐλογίζοντο κακά μοι·
  • λόγον παράνομον κατέθεντο κατʼ ἐμοῦ
  • Μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναι
  • καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφʼ ὃν ἤλπισα,
  • ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπʼ ἐμὲ πτερνισμόν.
  • σῦ δέ, Κύριε, ἐλέησόν με καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς.
  • ἐν τούτῳ ἔγνων ὅτι τεθέληκας με,
  • ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπʼ ἐμέ
  • ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου,
  • καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς αἰῶνα.
  • εὐλογητὸς Κύριος ὁ θεὸς Ἰσραὴλ
  • ἀπὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα· γένοιτο, γένοιτο.
  • [*](U+05D0ART)[*](4 βοηθησει AR βοηθηση T 6 ειπαν] ειπον T | κακα] πονηρα R* 7 ει Bᵃᵇ (η B*) U+05D0*] om U+05D0c.ᵃART | εισεπορευοντο R* | om ματην ελαλει B* (hab Bᵃᵇ) | αυτου] ουτων R* | συνηγαγον R* | εαυτω] αυτω A εαυτοις R* | εξεπορευετο] και εξεπορευοντο R | ελαλει 8 επι το αυτο inc stich in ART | om κατ εμου 2⁰ U+05D0* (hab U+05D0c.a) inc stich in AFT | κακα μοι] μοι πονηρα R 10 ηλπισα] επηλπισα R | ο εσθιων] ος εσθιων Rvid | αρ- τους] pr τους R* 11 αναστησομαι B*ᵛⁱᵈ (αναστησον [Bᵃ] με Bᵃᵇ) 12 τεθεληκας] ηθελησας U+05D0* (τεθ. U+05D0c.a) | οτι 2⁰] οτε R*ᵛⁱᵈ | ἐπιχαιρη A?ᵛⁱᵈ 13 ακακιαν] + μου R* | αντελεβου] αντιλαβου (sic) μου R | εβεβαιωσας] στε- ρεωσας R* | αιωνα] pr τον U+05D0ART 14 Ισραηλ] pr του R* | εις τον αιωνα] εως του αιωνος R — Stich 26 BAT 24 U+05D0 27 R)
    267
    [*](B)

  • Εἰς τὸ τέλος· εἰς σύνεσιν τοῖς υἱοῖς Κόρε.
  • Ὃυ τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων,
  • οὕτως ἐπιποθεῖ ἡ ψυχὴ μου πρὸς σέ, ὁ θεός.
  • ἐδίψησεν ἡ ψυχὴ μου πρὸς τὸν θεὸν τὸν ζῶντα·
  • πότε ἤξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ θεοῦ;
  • ἐγενήθη τὰ δάκρυά μου ἄρτος ἡμέρας καὶ νυκτός,
  • ἐν τῷ λέγεσθαί μοι καθʼ ἑκάστην ἡμέραν Ποῦ ἐστιν ὁ θεός
  • σου;
  • ταῦτα ἐμνήσθην, καὶ ἐξέχεα ἐπʼ ἐμὲ τὴν ψυχήν μου·
  • ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου
  • τοῦ θεοῦ,
  • ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως, ἤχου ἑορταζοντων.
  • ἵνα τί περίλυπος εἶ, ἡ ψυχή, καὶ ἵνα τί συνταράσσεις με;¶
  • [*](¶T)
  • ἔλπισον ἐπὶ τὸν θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ·
  • σαωτήριον τοῦ προσώπου μου ὁ θεός μου.
  • πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη·
  • διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἑρμωνιείμ,
  • ἀπὸ ὄρους μικροῦ.