Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς φωνὴν τῶν καταρακτῶν σου·
  • πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπʼ ἐμὲ διῆλθον.
  • ἡμέρας ἐντελεῖται Κύριος τὸ ἔλεος αὐτοῦ, καὶ νυκτὸς δηλώσει·
  • παρʼ ἐμοὶ προσευχὴ τῷ θεῷ τῆς ζωῆς μου.
  • ἐρῶ τῷ θεῷ Ἀντιλήμπτωρ μου εἶ, διὰ τί μου ἐπελάθου;
  • ἴνα τί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν
  • μου;
  • [*](XLI 1 Κορε] + ψαλμος τω Δαδ A* ψαλμος RT 3 τον θεον] + τον U+05D0ART ισχυρον BcU+05D0c.aAT 4 εγενηθη] μοι R | μου] + μοι U+05D0c.ᵃ+ εμοι AT 5 διελευσομαι] εισελευσομαι R* | εν τοπω] εις τοπον R | σκηνης] σκηνωμα- τος R | θαυμαστως R* | ηχους ART | εορταζοντος U+05D0c.a ART 6 ψυχη] + μου U+05D0c.aART | τον θεον] Κυριον R* | μου 1⁰] σου U+05D0* (μου U+05D0c.a) | ο θεος] pr και U+05D0c.ᵃAR 7 σου] + κε U+05D0* (om U+05D0c.a) AR* | Ιορδαννου R | Ερνω- μειν R*ᵛⁱᵈ 8 φωνας R* (φωνην R¹) 9 νυκτος] εν νυκτι R* | δη- λωσει] ωδη αυτω U+05D0c.a ω. αυτου A | om παρ εμοι U+05D0* (hab U+05D0c.a sed ipse rursus del vid) c praec coniung A | εμοι] εμαυτου R 10 om ει A | επελαθου (ε 2⁰ sup ras B?)] + ινα τι απωσω με R | ινα τι] pr και U+05D0c.a AR | om μου 3° U+05D0c.a)

    268
    [*](B)

  • ἐν τῷ καταθλάσαι τὰ ὀστᾶ μου ὠνείδισάν με οἱ θλίβοντές με,
  • ἐν τῷ λέγειν αὐτοὺς μοι καθʼ ἑκάστην ἡμέραν Ποῦ ἐστιν ὁ
  • θεός σου ;
  • ἵνα τί περίλυπος εἶ, ἡ ψυχή, καὶ ἵνα τί συνταράσσεις με;
  • ἔλπισον ἐπὶ τὸν θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ·
  • ἡ σωτηρία τοῦ προσώπου μου ὁ θεός μου.