Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Κρῖνόν με, ὁ θεός, καὶ δίκασον τὴν δίκην μου ἐξ ἔθνους οὐχ ὁσίου·
  • ἀπὸ ἀνθρώπου ἀδίκου και δολίου ῥῦσαί με.
  • ὅτι σὺ εἶ ὁ θεὸς κραταίωμά μου·
  • ἵνα τί ἀπώσω με ;
  • καὶ ἵνα τί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν
  • ἐχθρόν μου;
  • ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου·
  • αὐτά με ὡδήγησαν καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου
  • καὶ εἰς τὰ σκηνώματά σου.
  • καὶ εἰσελεύσομαι πρὸς τὸ θυσιαστήριον τοῦ θεοῦ,
  • πρὸς τὸν θεὸν τὸν εὐφραίνοντα τὴν νεότητά μου·
  • ἐξομολογήσομαί σοι, Κύριε ὁ θεός μου, ἐν κιθάρᾳ.
  • ἵνα τί περίλυπος εἶ, ψυχή, καὶ ἴνα τί συνταράσσεις με;
  • ἔλπισον ἐπὶ τὸν θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ·
  • σωτήριον τοῦ προσώπου μου ὁ θεός μου.