Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἐδίψησεν ἡ ψυχὴ μου πρὸς τὸν θεὸν τὸν ζῶντα·
  • πότε ἤξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ θεοῦ;
  • ἐγενήθη τὰ δάκρυά μου ἄρτος ἡμέρας καὶ νυκτός,
  • ἐν τῷ λέγεσθαί μοι καθʼ ἑκάστην ἡμέραν Ποῦ ἐστιν ὁ θεός
  • σου;
  • ταῦτα ἐμνήσθην, καὶ ἐξέχεα ἐπʼ ἐμὲ τὴν ψυχήν μου·
  • ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου
  • τοῦ θεοῦ,
  • ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως, ἤχου ἑορταζοντων.
  • ἵνα τί περίλυπος εἶ, ἡ ψυχή, καὶ ἵνα τί συνταράσσεις με;¶
  • [*](¶T)
  • ἔλπισον ἐπὶ τὸν θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ·
  • σαωτήριον τοῦ προσώπου μου ὁ θεός μου.
  • πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη·
  • διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἑρμωνιείμ,
  • ἀπὸ ὄρους μικροῦ.