Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • μέντοι γε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος,
  • πλὴν μάτην ταράσσονται·
  • θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά.
  • καὶ νῦν τίς ἡ ὑπομονὴ μου οὐχὶ ὁ κύριος;
  • καὶ ἡ ὑπόστασίς μου παρὰ σοῦ ἐστιν.
  • ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ῥῦσαί με,
  • ὄνειδος ἄφρονι ἔδωκάς με.