Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἐθερμάνθη ἡ καρδία μου ἐντός μου.
  • καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ·
  • ἐλάλησα ἐν γλώσσῃ μου ⁵Γνώρισόν μοι, Κύριε, τὸ πέρας μου,
  • καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου τίς ἐστιν,
  • ἴνα γνῶ τί ὑστερῶ ἐγώ.
  • ἰδοὺ παλαιὰς ἔθου τὰς ἡμέρας μου,
  • καὶ ἡ ὑπόστασίς μου ὡσεὶ οὐδὲν ἐνώπιόν σου·
  • πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν. διάψαλμα.