Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἐκωφώθην καὶ οὐκ ἤνοιξα τὸ στόμα μου, ὅτι σὺ εἶ ὁ ποιήσας με.
  • ἀπόστησον ἀπʼ ἐμοῦ τὰς μάστιγάς σου·
  • ἀπὸ τῆς ἰσχύος τῆς χειρός σου ἐγὼ ἐξέλιπον.
  • ἐν ἐλεγμοῖς ὑπέρ ἀνομίας ἐπαίδευσας ἄνθρωπον,
  • καὶ ἐξέτηξας ὡς ἀράχνην τὴν ψυχὴν αὐτοῦ·
  • πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος. διάψαλμα.