Psalmi
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
γενηθήτωσαν ὡσεὶ χνοῦς κατὰ πρόσωπον ἀνέμου, [*] (B) καὶ ἄγγελος Κυρίου ἐκθλίβων αὐτούς·
γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος καὶ ὀλίσθημα, καὶ ἄγγελος Κυρίου καταδιώκων ¶ αὐτούς. [*] (¶ U)
ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθορὰν παγίδος αὐτῶν, μάτην ὠνείδισαν τὴν ψυχὴν μου.
ἐλθέτω αὐτοῖς παγὶς ἣν οὐ γινώσκουσιν, καὶ ἡ θήρα ἣν ἔκρυψαν συλλαβέτω αὐτούς. καὶ ἐν τῇ παγίδι πεσοῦνται ἐν αὐτῇ.
ἡ δέ ψυχὴ μου ἀγαλλιάσεται ἐπὶ τῷ κυρίῳ, τερφθήσεται ἐπὶ τῷ σωτηρίῳ αὐτοῦ.
πάντα τὰ ὀστᾶ μου ἐροῦσιν Κύριε, τίς ὅμοιός σοι ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ, καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτόν.
ἀναστάντες μάρτυρες ἄδικοι ἃ οὐκ ἐγίνωσκον ἐπηρώτων με·
ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ καλῶν, καὶ ἀτεκνίαν τῇ ψυχῇ μου·