Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἐγὼ δὲ ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι ἐνεδυόμην σάκκον,
  • καὶ ἐταπείνουν ἐν νηστία τὴν ψυχὴν μου,
  • καὶ ἡ προσευχὴ μου εἰς κόλπον μου ἀποστραφήσεται.
  • ὡς πλησίον, ὡς ἀδελφὸν ἡμέτερον, οὕτως εὐηρέστουν·
  • ὡς πενθῶν καὶ σκυθρωπάζων οὕτως ἐταπεινούμην.
  • καὶ κατʼ ἐμοῦ ηὐφράνθησαν καὶ συνήχθησαν,
  • συνήχθησαν ἐπʼ ἐμὲ μάστιγες καὶ οὐκ ἔγνων,
  • διεσχίσθησαν καὶ οὐ κατενύγησαν·
  • ἐπείρασάν με, ἐξεμυκτήρισάν με μυκτηρισμόν.
  • ἔβρυξαν ἐπʼ ἐμὲ τοὺς ὀδόντας αὐτῶν.
  • Κύριε, πότε ἐπόψῃ;
  • ἀποκατάστησον τὴν ψυχὴν μου ἀπὸ τῆς κακουργίας αὐτῶν,
  • ἀπὸ λεόντων τὴν μονογενῆ μου.
  • ἐξομολογήσομαί σοι, Κύριε, ἐν ἐκκλησίᾳ πολλῇ,
  • ἐν λαῷ βαρεῖ αἰνέσω σε.
  • [*](5 Κυριου] pr ο U+05D0 6 ολισθημα] + αυτοις U | καταδιωκ[ω]ν.. U 7 πακι- U+05D0ARU δος U+05D0 8 ελθατω AR* | αυτοις] αυτω U+05D0c.a -τους R | γινωσκει U+05D0c.a (-σκι) Rᵃ | εκρυψεν U+05D0c.ᵃ | συνλαβ. AR | αυτους] -τον U+05D0c.aA | πακιδι U+05D0 | πεσειταιU+05D0 c.ᵃ(πεσιτ.) A 9 επι 1°] εν U+05D0* (επι U+05D0c.ᵃ) 10 Κυριε] + κε A | ρυομενον A | om χειρος A 11 επηρωτων] ερωτων U+05D0AR 12 ανταποδιδοσαν A | καλων] αγαθων AR 13 νηστεια BᵃᵇA | κολπον] pr τον R* | om μου 3⁰ R* | αποστραφησεται] απο- στραφητω (seq ras 1 lit) A 15 ευφρανθησαν U+05D0 16 εξεμυκτηρισαν] pr και R 17 μονογενην U+05D0c.a (ras ν 2⁰ U+05D0c. ᵇ) AR 18 om Κυριε U+05D0A)
    256
    [*](B)

  • μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ματαίως,
  • οἱ μισοῦντές με δωρεὰν καὶ διανεύοντες ὀφθαλμοῖς.
  • ὅτι ἐμοὶ μέν εἰρηνικὰ ἐλάλουν,
  • καὶ ἐπʼ ὀργῇ δόλους διελογίζοντο·