Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • πολλαὶ αἱ θλίψεις τῶν δικαίων,
  • καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς.
  • Κύριος φυλάσσει πάντα τὰ ὀστᾶ αὐτῶν,
  • ἐν ἐξ αὐτῶν οὐ συντριβήσεται.
  • θάνατος ἁμαρτωλῶν πονηρός,
  • καὶ οἱ μισοῦντες τὸν δίκαιον πλημμελήσουσιν.
  • λυτρώσεται Κύριος ψυχὰς δούλων αὐτοῦ,
  • καὶ οὐ μὴ πλημμελήσουσιν πάντες οἱ ἐλπίζοντες ἐπʼ αὐτόν.
  • Τῷ Δαυείδ.
  • [*](¶ U)

  • Δίκασον, Κύριε, τοὺς ἀδικοῦντάς¶
  • πολέμησον τοὺς πολεμοῦντάς με·
  • ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ, καὶ ἀνάστηθι εἰς βοήθειάν μοι·
  • [*](§ U)

  • §ἔκχεον ῥομφαίαν καὶ σύνκλεισον ἐξ ἐναντίας τῶν·καταδιωκοντων με·
  • εἰπὸν τῇ ψυχῇ μου Σωτηρία σου ἐγὼ εἰμι.
  • αἰσχυνθείησαν καὶ ἐντραπείησαν οἱ ζητοῦντες τὴν ψυχήν μου.
  • ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ
  • λογιζόμενοί μοι κακά.