Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • καὶ ἐπλάτυναν ἐπʼ ἐμέ τὸ στόμα αὐτῶν,
  • εἶπαν Εὖγε εὖγε, εἶδαν οἱ ὀφθαλμοὶ ἡμῶν.
  • εἶδες, Κύριε, μὴ παρασιωπήσῃς·
  • Κύριε, μὴ ἀποστῇς ἀπʼ ἐμοῦ.
  • ἐξεγέρθητι, Κύριε, καὶ πρόσχες τῇ κρίσει μου.
  • ὁ θεός μου καὶ ὁ κύριός μου, εἰς τὴν δίκην μου.
  • κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιοσύνην σου, Κύριε ὁ θεός μου,
  • καὶ μὴ ἐπιχαρείησάν μοι.
  • μὴ εἴπαισαν ἐν καρδίαις αὐτῶν Εὖγε εὖγε τῇ ψυχῇ ἡμῶν·
  • μηδὲ εἴπαισαν Κατεπίομεν αὐτόν.
  • αἰσχυνθείησαν καὶ ἐντραπείησαν ἄμα οἱ ἐπιχαίροντες τοῖς κακοῖςκοῖς
  • μου·
  • ἐνδυσάσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ μεγαλορημονοῦντες
  • ἐπʼ ἐμέ.
  • ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν οἱ θέλοντες τὴν δικαιοσύνην μου,
  • καὶ εἰπάτωσαν διὰ παντός Μεγαλυνθείη ὁ κύριος,
  • οἱ θέλοντες τὴν εἰρήνην τοῦ δούλου αὐτοῦ.
  • καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου.
  • ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου.