Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι,
  • καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι.
  • μακάριος ἀνὴρ οὗ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν,
  • οὐδέ ἐστιν ἐν τῷ στόματι αὐτοῦ δόλος.
  • ὅτι ἐσίγησα, ἐπαλαιώθη τὰ ὀστᾶ μου
  • ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν.
  • ὅτι ἡμέρας καὶ νυκτὸς ἐβαρύνθη ἐπʼ ἐμέ ἡ χείρ σου,
  • ἐστράφην εἰς ταλαιπωρίαν ἐν τῷ ἐνπαγῆναι ἄκανθαν.
  • διάψαλμα.
  • τὴν ἁμαρτίαν μου ἐγνώρισα,
  • καὶ τὴν ἀνομίαν μου οὐκ ἐκάλυψα·
  • εἶπα Ἐξαγορεύσω κατʼ ἐμοῦ τὴν ἁμαρτίαν μου τῷ κυρίῳ,
  • καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου. διάψαλμα.