Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ὑπὲρ ταύτης προσεύξεται πᾶς ὅσιος πρὸς σέ ἐν καιρῷ εὐθέτῳ·
  • πλὴν ἐν κατακλυσμῷ ὑδάτων πολλῶν πρὸς αὐτὸν οὐκ
  • ἐγγιοῦσιν.
  • σύ μου εἶ καταφυγὴ ἀπὸ θλίψεως τῆς περιεχούσης με·
  • τὸ ἀγαλλίαμά μου, λύτρωσαί με ἀπὸ τῶν κυκλωσάντων με.
  • διάψαλμα.
  • συνετιῶ σε καὶ συνβιβῶ σε ἐν ὁδῷ ταύτῃ ᾗ πορεύσῃ,
  • ἐπιστηριῶ ἐπὶ σέ τοὺς ὀφθαλμούς μου.
  • μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστιν σύνεσις·
  • ἐν χαλινῷ καὶ κημῷ τὰς σιαγόνας αὐτῶν ἄγξαι
  • τῶν μὴ ἐγγιζόντων πρὸς σέ.
  • πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ,
  • τὸν δὲ ἐλπίζοντα ἐπὶ Κύριον ἔλεος κυκλώσει.