Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • κατακρύψεις αὐτοὺς ἐν ἀποκρύφῳ τοῦ προσώπου σου
  • ἀπὸ ταραχῆς ἀνθρώπων·
  • σκεπάσεις αὐτοὺς ἐν σκηνῇ ἀπὸ ἀντιλογίας γλωσσῶν.
  • εὐλογητὸς Κύριος, ὅτι ἐθαυμάστωσεν τὸ ἔλεος αὐτοῦ ἐν πόλει
  • περιοχῆς.
  • ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου
  • Ἀπέρριμμαι ἄρα ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου·
  • διὰ τοῦτο εἰσήκουσας, Κύριε, τῆς φωνῆς τῆς δεήσεώς μου
  • ἐν τῷ κεκραγέναι με πρὸς σέ.
  • ἀγαπήσατε τὸν κύριον, πάντες οἱ ὅσιοι αὐτοῦ,
  • ὅτι ἀληθείας ἐκζητεῖ Κύριος.
  • καὶ ἀνταποδίδωσιν τοῖς περισσῶς ποιοῦσιν ὑπερηφανίαν.
  • ἀνδρίζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν,
  • πάντες οἱ ἐλπίζοντες ἐπὶ Κύριον.