Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • λύτρωσαι, ὁ θεός, τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ.
  • [*](8 ευθυς A 9 om διδαξει πραεις οδους αυτου B* hab Bᵃᵇ ᵐᵍ inf U+05D0A (post U+05D0ARU διδ. ras 1 lit [forte ς] A?) RU (ουδους) 10 εκζητουσι 11 ενεκεν RU | ιλαση] ιλασθητι RU | ταις αμαρτιαις R* (τη αμαρτια R1) | εστι U 13 γην] pr την U) 14 των φοβου (1⁰) sup ras A¹ | om και το ονομα... αυτον Bᵇ ᵛⁱᵈ (non inst) U+05D0 | φοβουμενων 2⁰] επικαλουμενων A | του δηλωσαι] δηλωσει U+05D0c.a δηλωσαι U 15 εκπασει A | πακιδος U+05D0 16 εγω ειμι R 17 επληθυνθησαν] επλατυνθησαν | εξαγαγε] ρυσαι R 18 την ταπενωσει U 19 επληθυνθησαν] επλατυνθησαν U 20 ελπισα U 21 εκολλωτο R* (εκολλωντο Bᵃ) | om Κυριε U+05D0 22 την Ιηλ U — Stich 44 B 45 A 43 U+05D0R)
    [*](B)
    242
  • Τοῦ Δαυείδ.
  • Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην,
  • καὶ ἐπὶ τῷ κυρίῳ ἐλπίζων οὐ μὴ σαλευθῶ.
  • δοκίμασόν με, Κύριε, καὶ πείρασόν με,
  • πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου.
  • ὅτι τὸ ἔλεός σου κατέναντι τῶν ὀφθαλμῶν μού ἐστιν,
  • καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου.
  • οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος,
  • καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω.
  • ἐμίσησα ἐκκλησίαν πονηρευομένων,
  • καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω.
  • νίψομαι ἐν ἀθῴοις τὰς χεῖράς μου,
  • καὶ κυκλώσω τὸ θυσιαστήριόν σου·
  • τοῦ ἀκοῦσαι φωνὴν αἰνέσεως,
  • καὶ διηγήσασθαι πάντα τὰ θαυμάσιά σου.
  • Κύριε, ἠγάπησα εὐπρεπίαν οἴκου σου
  • καὶ τόπαν σκηνώματος δόξης σου.
  • μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου.
  • καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωὴν μου·
  • ὧν ἐν χερσὶν ἀνομίαι,
  • ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων.
  • ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύθην·
  • λύτρωσαί με καὶ ἐλέησόν με.
  • ὁ γὰρ πούς μου ἔστη ἐν εὐθύτητι·
  • ἐν ἐκκλησίαις εὐλογήσω σε, Κύριε.
  • [*](U+05D0ARU)[*](XXV 1 του Δ.] ψαλμος τω Δ. U | om μου R | σαλευθω] ασθενησω U+05D0ΑR 2 om δοκιμασον...2⁰ με U+05D0* (hab δοκ. με κε και πιρασον με U+05D0c.a) πειρασον Bᵃᵇ (πιρ. B*)] περασον U | καρδια 3 μου] σου A | ευηρεστησα] + σοι U 4 ματαιοτητας A | εισηλ|θω U 5 εκκλησια U 6 σου] + κε U+05D0ARU 7 φωνην] pr την U+05D0c.a (ras U+05D0c.b?) | αινεσεως] ενεως σου U 8 ευπρεπειαν BᵃᵇA U 9 συναπωλεσης U 10 ων] ω U | ανομιαι] ανομια U+05D0* αι (ε A) ανομιαι U+05D0c.aAR ανομιαν U | η δεξια] pr και R 11 ακακιαν U | με 1⁰] + κε U+05D0c.aA | με 2⁰] + Κυριε Rᵃ 12 om γαρ Bᵃ (ras) U+05D0c.aR | ευλογησω σε] ευλογησωσει U — Stich 24 BR 23 U+05D0)
    [*](B)
    243
  • Τοῦ Δαυείδ, πρὸ τοῦ χρισθῆναι.
  • §Κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι;
  • Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπὸ τίνος δειλιάσω;
  • ἐν τῷ ἐγγίζειν ἐπʼ ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου,
  • οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν.
  • ἐὰν παρατάξηται ἐπʼ ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρδία μου·
  • ἐὰν ἐπαναστῇ ἐπʼ ἐμέ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω.
  • μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ἐκζητήσω·
  • τοῦ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς
  • ζωῆς μου,
  • τοῦ θεωρεῖν με τὴν τερπνότητα τοῦ κυρίου
  • καὶ ἐπισκέπτεσθαι τὸν ναὸν αὐτοῦ.
  • ὅτι ἔκρυψέν με ἐν σκηνῇ ἐν ἡμέρᾳ κακῶν μου·
  • ἐσκέπασέν με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ,
  • ἐν πέτρᾳ ὕψωσέν με.
  • καὶ νῦν ἰδοὺ ὕψωσεν τὴν κεφαλήν μου ἐπʼ ἐχθρούς μου·
  • ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ,
  • ᾄσομαι καὶ ψαλῶ τῷ κυρίῳ.
  • εἰσάκουσον, Κύριε, τῆς φωνῆς μου ἧς ἐκέκραξα·
  • ἐλέησόν με καὶ εἰσάκουσόν μου,