Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • σοὶ εἶπεν ἡ καρδία μου.
  • ἐξεζήτησα τὸ πρόσωπόν σου·
  • τὸ πρόσωπόν σου, Κύριε, ζητήσω.
  • [*](XXVI 1 τω Δ. RU pr ψαλμος U | χρισθη U+05D0 χρισθη A | inc κς φωτ.μου T U+05D0ARTU (deest tit ut vid) | ζμης] σωτηριας U 2 κακουντας] τους κακ. με U | οι εχ- θροι] om οι U 3 εαν 1⁰] εαν γαρ U | παραταξητε B* (-ται Bᵃᵇ) | παρεμβο- λην U | εαν 2⁰] pr και RU | επαναστη] επανεστη R επαναστησεται U | ελπιω RU 4 εκζητησω] ras εκ Bc ζητησω Τ | το κατοικειν U+05D0* (του κ. U+05D0c.ᵃ) A | οικω] pr τω R | Κυριου] pr του U+05D0* (om U+05D0c.a) R* | του κυριου] om του ART | ναον] λαον U+05D0* (ναον U+05D0c.a) U τον αγιον ν. A ν. τ. α. R* 5 με εν (1ο)] μεν A* (με εν Aᵃ?) | σκηνη] + αυτου U+05D0c.ᵃARTU | om μου RU | απο- κρυφω] αποκροις R* αποκρυφων 6 ιδου] ειου (forte ετου) U | υψωσεν] υψωσε Bc + κς A | την κεφαλην] om την BcU+05D0c.a T | αλαλαγμου] pr αινεσεως και U+05D0c.ᵃ (om U+05D0c.b) T αινεσεως U | ασω U+05D0 Τ 7 om μου 10 U | εκεκραξα] + προς σε A | με] + κε U 8 σοι] ο sup ras Bᵃ? συ T | μου] + κν ζητησω U+05D0c.ᵃ (om U+05D0c.b ) T | εξεζητησα] εζητησεν U+05D0* εξεζητησεν σε U+05D0c.aT εκζητησω R* ξητ. Rᵃ | σου 1⁰| μου U+05D0T)
    244
    [*](B)

  • μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπʼ ἐμοῦ,
  • μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου·
  • βοηθός μου γενοῦ, μὴ ἐγκαταλίπῃς με
  • καὶ μὴ ὑπερίδῃς με, ὁ θεὸς ὁ σωτήρ μου.
  • ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με,
  • ὁ δὲ κύριος προσελάβετό με.
  • νομοθέτησόν με, Κύριε, τῇ ὁδῷ σου,
  • καὶ ὁδήγησόν με ἐν τρίβῳ εὐθείᾳ ἕνεκα τῶν ἐχθρῶν μου.
  • μὴ παραδῷς με εἰς ψυχὰς θλιβόντων με.
  • ὅτι ἐπανέστησάν μοι μάρτυρες ἄδικοι,
  • καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ.
  • πιστεύσω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων.
  • ὑπόμεινον τὸν κύριον·
  • ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν
  • κύριον.
  • Τοῦ Δαυείδ.
  • Πρὸς σέ, Κύριε, ἐκέκραξα, ὁ θεός μου.
  • μὴ παρασιωπήσῃς ἐπʼ ἐμοί
  • μή ποτε παρασιωπήσῃς ἐπʼ ἐμοὶ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
  • εἰσάκουσον τῆς φωνῆς τῆς δεήσεώς μου ἐν τῷ δέεσθαί με πρὸς σέ,
  • ἐν τῷ με αἴρειν χεῖράς μου εἰς ναὸν ἅγιόν σου.
  • μὴ συνελκύσῃς μετὰ ἁμαρτωλῶν τὴν ψυχὴν μου,
  • καὶ μετὰ ἐργαζομένων ἀδικίαν μὴ συναπολέσῃς με.
  • [*](U+05D0ARTU)[*](9 μη 2⁰] pr και U+05D0c.ᵃ (om U+05D0c.b) RT | δουλουσσου U | εγκαταλιπης B*A (εγκαταλειπ.) R (ενκαταλιπ.)] αποσκορακισης Bᵇ(ᵛⁱᵈ)U+05D0c.a TU? (αποσκαρακ. U*ᵛⁱᵈ) | om υπεριδης...η μητηρ μου U | υπεριδης] ενκαταλιπης U+05D0c.a Γ (εν- καταλειπ.) 10 ενκατελειπον A ενκατελιπον R εκκαταλειπον U 11 με 1⁰] μοι R* | τη οδω] pr εν U+05D0c.a RTU | τριβων ευθειαν U 12 θλιβοντων] pr των U | επαναστησαν A | μοι] επ εμε R* | εαυτη] εαυτης A εαυτω Rᵃ αυτη 13 πιστευω BᵇAR TU | Κυριου] pr του R | εν τη γη των ζωντων 14 υπο- μεινον] υπομενω U | κραταιουθω B* (- σθω Bᵃᵇ) | σου] μου A — Stich 34 BU+05D0R 33 A 39 T XXVII 1 του Δ.| τω Δ. T ψαλμος τω Δ. U | εκεκραξα] κεκραξομαι U+05D0AT | επ εμοι bis] απ εμου U+05D0ARTU | παρασιωπησας (2⁰) U 2 εσακουσον] + κε U+05D0c.a (om U+05D0c. ᵇ) T | εν τω δεεσθαι με] ης εκεκραξα A | εν 2⁰] pr και | με αιρειν] om με U+05D0* αιρειν με c.a ART | εις] προς c.a ARTU 3 σονελκυσης] + με U+05D0TU | om την ψυχην μου U+05D0 Τ | εργαζομενων] pr ανδρων U+05D0* (om U+05D0c.a) | αδικιαν Bc.a] την ανομιαν U+05D0* R την (sic) A (sine αδ. vel αν.) | συναπωλεσης U)
    245
  • τῶν λαλούντων εἰρήνην μετὰ τῶν πλησίον αὐτῶν,
  • [*](B)
  • κακὰ δὲ ἐν ταῖς καρδίαις αὐτῶν.
  • δὸς αὐτοῖς κατὰ τὰ ἔργα αὐτῶν
  • καὶ κατὰ τὴν πονηρίαν τῶν ἐπιτηδευμάτων αὐτῶν·
  • κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν δὸς αὐτοῖς,
  • ἀπόδος τὸ ἀνταπόδομα αὐτῶν αὐτοῖς.
  • ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα Κυρίου
  • καὶ εἰς τά ἔργα τῶν χειρῶν αὐτοῦ,
  • καθελεῖς αὐτοὺς καὶ οὐ μὴ οἰκοδομήσεις αὐτούς.
  • εὐλογητὸς Κύριος, ὅτι εἰσήκουσεν τῆς φωνῆς τῆς δεήσεώς μου.
  • Κύριος βοηθός μου καὶ ὑπερασπιστής μου·
  • ἐπʼ αὐτῷ ἤλπισεν ἡ καρδία μου, καὶ ἐβοηθήθην.
  • καὶ ἀνέθαλεν ἡ σάρξ μου·
  • καὶ ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ.
  • Κύριος κραταίωμα τοῦ λαοῦ αὐτοῦ,
  • καὶ ὑπερασπιστὴς τῶν σωτηρίων τοῦ χριστοῦ αὐτοῦ ἐστιν.
  • σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου,
  • καὶ ποίμανον αὐτοὺς καὶ ἔπαρον αὐτοὺς ἕως τοῦ αἰῶνος.
  • Ψαλμὸς τῷ Δαυείδ· ἐξοδίου σκηνῆς.
  • Ἐνέγκατε τῷ κυρίῳ, υἱοὶ θεοῦ,
  • ἐνέγκατε τῷ κυρίῳ υἱοὺς κριῶν·
  • ἐνέγκατε τῷ κυρίῳ δόξαν καὶ τιμήν.
  • ἐνέγκατε τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ·
  • προσκυνήσατε τῷ κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ.
  • φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων,
  • ὁ θεὸς τῆς δόξης ἐβρόντησεν,
  • Κύριος ἐπὶ ὑδάτων πολλῶν.
  • [*](3 ουτων 1⁰] αυτου R | κακα] πονηρα R* 4 αυτοις 1⁰] + κε U+05D0c.ᵃ (om U+05D0c.ᵇ) U+05D0ARTU Τ | επιτηδ sup ras Rᵃ | κατα 3⁰] pr και U | om ουτων 3⁰ A 5 ου 1⁰] ο U | συνηκα A | om εις τα εργα Κυριου και εις U | αυτου] ουτων R 6 οτι rescr A¹ | της φ.] rescr τη A¹ | δεεσεως 7 ηλπισεν] ηαλπ. U+05D0* (ηλπ.U+05D0¹) ελπ. U | και εβοηθηθην] εφοβηθην U | ανεθαλλεν A | η σαρξ μου ανεθαλεν U 8 τω λαω T | αυτου 1⁰] + ειστν U | om εστιν R 9 των λαον U | σου] + Κυριε R* | του αιωνος] om του U+05D0* (hab U+05D0c. ᵃ) — Stich 25 BA 24 U+05D0R 26 T XXVIII 1 εξοδου TU (εξοδουσσκ.) | υιους] υιοις R υιος U 2 om τω κυριω (1°) T | ονοματι] pr τω U | om αγια αυτου R* (hab Rᵃ))
    246
    [*](B)

  • φωνὴ Κυρίου ἐν ἰσχύι,
  • φωνὴ Κυρίου ἐν μεγαλοπρεπίᾳ.