Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Πρὸς σέ, Κύριε, ἦρα τὴν ψυχήν μου,
  • ὁ θεός μου·
  • ἐπὶ σοὶ πέποιθα· μὴ καταισχυνθείην,
  • μηδέ καταγελασάτωσάν μου οἱ ἐχθροί μου.
  • καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καταισχυνθῶσιν·
  • αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διὰ κενῆς.
  • πὰς ὁδούς σου, Κύριε, γνώρισόν μοι,
  • καὶ τὰς τρίβους σου δίδαξόν με·
  • ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου
  • καὶ δίδαξόν με, ὅτι σὺ εἶ ὁ θεὸς ὁ σωτήρ μου.
  • καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν.
  • μνήσθητι τῶν οἰκτειρμῶν σου,
  • καὶ τὰ ἐλέη σου, ὅτι ἀπὸ τοῦ αἰῶνος είσιν.
  • ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μὴ μνησθῇς·
  • κατὰ τὸ ἔλεός σου μνήσθητί μου
  • ἕνεκα τῆς χρηστότητός σου, Κύριε.
  • [*](U+05D0ARU)[*](8 om τις εστιν....δοξης A* (hab Aᵃ(ᵐᵍ) | δυνατος και κραταιος U | εν] εξ Rᵛⁱᵈ | πολεμω] + διαψαλμα 9 υμων] ημων R | επαρθη U 10 om τις εστιν...δοξης A* (hab Aᵃ(ᵐᵍ)) | των δυναμεων] om των U | om ουτος 2° U+05D0c.a AR — Stich 24 BU+05D0 22 A 23 R XXIV 1 ψαλμος] pr εις το τελος BU 2 ο θεος μου cum seqq coniung R | καταισχυνθειην] + εις τον αιωνα U+05D0c.a (ras U+05D0c.b?) | καταγελατωσαν | μου 2⁰] με R 3 και γαρ] και γ sup ras A¹ (om γαρ A*) | αισχυνθητωσαν] αισχυνθειησαν U | οι ανομουντες] pr παντες Bᵃᵇ (postea ras Bᵇ?) AR* 4 γνωρισον μοι κε U | τριβουσου (ς superscr U¹) 5 επι την αληθειαν BU+05D0c.a] εν τη αληθεια U+05D0*A (αληθειαν) RU | αληθειασσου U | υπεμεινα] υπομενω U 6 σου 1⁰] + κε U+05D0 ARU | om οτι U | εισι U 7 post και ras aliq B? | αγνοιας] pr τας U+05D0* (om U+05D0c.a) U + μου U+05D0c.aARU | ελεος] πληθος του ελεους U | μου 2⁰] + συ U+05D0c.a RᵛⁱᵈU | ενεκεν R)
    241

  • χρηστὸς καὶ εὐθὴς ὁ κύριος·
  • [*](B)
  • διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ.
  • ὁδηγήσει πρᾳεῖς ἐν κρίσει,
  • διδάξει πρᾳεῖς ὁδοὺς αὐτοῦ.
  • πᾶσαι αἱ ὁδοὶ Κυρίου ἔλεος καὶ ἀλήθεια
  • τοῖς ἐκζητοῦσιν τὴν διαθήκην αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ.
  • ἔνεκα τοῦ ὀνόματός σου, Κύριε,
  • καὶ ἱλάσῃ τῇ ἁμαρτίᾳ μου· πολλὴ γάρ ἐστιν.
  • τίς ἐστιν ἄνθρωπος ὁ φοβούμενος τὸν κύριον;
  • νομοθετήσει αὐτῷ ἐν ὁδῷ ᾗ ᾑρετίσατο·
  • ἡ ψυχὴ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται,
  • καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν.
  • κραταίωμα Κύριος τῶν φοβουμένων αὐτόν, καὶ τὸ ὄνομα Κυρίου τῶν φοβουμένων αὐτόν,
  • καὶ ἡ διαθήκη αὐτοῦ τοῦ δηλῶσαι αὐτοῖς·
  • οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν κύριον,
  • ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου.
  • ἐπίβλεψον ἐπʼ ἐμὲ καὶ ἐλέησόν με,
  • ὅτι μονογενὴς καὶ πτωχός εἰμι ἐγώ.
  • αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν,
  • ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με.
  • ἴδε τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου,
  • καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου.
  • ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν,
  • καὶ μῖσος ἄδικον ἐμίσησάν με.
  • φύλαξον τὴν ψυχὴν μου καὶ ῥῦσαί με·
  • μὴ καταισχυνθείην, ὅτι ἤλπισα ἐπὶ σέ.
  • ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι, ὅτι ὑπέμεινά σε, Κύριε.