Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτόν·
  • σωσάτω αὐτόν, ὅτι θέλει αὐτόν,
  • ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός,
  • ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου·
  • ἐπὶ σὲ ἐπερίφην ἐκ μήτρας,
  • ἐκ κοιλίας μητρός μου θεός μου εἶ σύ·
  • [*](U+05D0ARU)[*](14 ψαλωμεν Bᵛⁱᵈ | τας δυναστειας] inc εν ταις -στειαις U Stich 26 ΒU+05D0A 27 R XXI 1 εις] ες U | om ψαλμος τω Δ. A 2 προσχες] προσθες R*ᵛⁱᵈ | εγκατελειπες AU ενκατελιπες 3 εκεκραξα R* (κεκρ. Ra) | ημε- ρας προς σε] om U+05D0c.a προς σε ημερα R | εισακουση] + μου U | ουκ 2⁰] ουχι R 4 αγιοις] αγιω U+05D0c.a | κατηκεις U | Ισραηλ] pr του U+05D0c.a U 5 σοι] σε Rvⁱᵈ | ερ- ρυσω ΒabU+05D0RU 6 σοι] σε Rᵛⁱᵈ | κατησχυθησαν B* (κατησχυνθ. Bᵃᵇ) ...|χυν- θησαν U 7 ουκ] ουχι A | ανθρωπου] ανθρωπων U+05D0R | εξουθενημα U+05D0AR 8 παντας U | ελαλησαν] pr και U+05D0U χειλεσι U | εκινησαν] pr και U | κεφα- λην] + και ειπαν 9 ηλπισαν B* (ηλπισεν Bᵃᵇ) | αυτον 1⁰] ουτων U | οτι θελει αυτον] εθελει αυτου U 10 εκπασας AR *U | μαστρων B* (μαστων Bᵃᵇ) | της μητρος] om της U 11 επερριφην BᵃᵇRU | εκ κοιλιας] απο γαστρος U+05D0c.ᵃ | θεος μου ει συ] συ ει ο θεος μου συ ει R* ο θς μου ει συ U)
    237
  • μὴ ἀποστῇς ἀπʼ ἐμοῦ, ὅτι θλίψις ἐγγύς.
  • [*](B)

  • ὅτι οὐκ ἔστιν ὁ βοηθῶν.
  • περιεκύκλωσάν με μόσχοι πολλοί,
  • ταῦροι πίονες περιέσχον με·
  • ἤνοιξαν ἐπʼ ἐμὲ τὸ στόμα αὐτῶν,
  • ὡς λέων ὁ ἁρπάζων καὶ ὠρυόμενος.
  • ὡσεὶ ὕδωρ ἐξεχύθην
  • καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου,
  • ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου.
  • ἐξηράνθη ὡσεὶ ὄστρακον ἡ ἰσχύς μου,
  • καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου,
  • καὶ εἰς χοῦν θανάτου κατήγαγές με.
  • ὅτι ἐκύκλωσάν με κύνες πολλοί,
  • συναγωγὴ πονηρευομένων περιέσχον με·
  • ὤρυξαν χεῖράς μου καὶ πόδας.
  • ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου·
  • αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με.
  • διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς,
  • καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.
  • σὺ δέ, Κύριε. μὴ μακρύνῃς τὴν βοήθειάν μου,
  • εἰς τὴν ἀντίλημψίν μου πρόσχες.