Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου,
  • καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου·
  • σῶσόν με ἐκ στόματος λέοντος,
  • καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου.
  • διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου,
  • ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε.
  • οἱ φοβούμενοι Κύριον, αἰνέσατε αὐτόν·
  • ἅπαν τὸ σπέρμα Ἰακώβ, δοξάσατε αὐτόν,
  • [*](11 εγγυς] + μου U 12 εστιν] εν U | βοηθων] + μοι U+05D0c.a (ras U+05D0c.b?) U+05D0ARU R* 14 το στομα] om το U | αυτων] αυτω | ο αρπαζων] om ο RU 15 εξεχυθη U+05D0c.a R εξεχυνθην U | οστα] διαβηματα U+05D0* (οστα U+05D0c.a) 16 ωσει] ως U+05D0ARU | η 1⁰] ην U | εις] ες U | θανατον U 17 ποδας] + μου U+05D0c.a ARU + διηγησομαι παντα τα θαυμασιασσου (sic) U 18 εξη- ριθμηθησαν U | επιδον A 19 διεμερισαν U+05D0* (διεμερισαντο U+05D0c.a {border: 1px solid #ccc;}br {mso-data-placement:same-cell;}-->U+05D0c.a | εαυ- τοις τα ιμ. μ. R* 20 μου 1⁰] σου U+05D0* σου απ εμου U+05D0c.a RU 21 την ψ. μ. απο ρομφ. U | κυνων U | μονογενην AR 22 μεκ B* (με εκ Bᵃᵇ) μονοκερατων U 24 Κυριον] pr τον U+05D0c.a RU | αινεσατε] αισατε R* (αιν. Rᵃ))
    238
    [*](B)
  • φοβηθήτωσαν αὐτὸν ἅπαν τὸ σπέρμα Ἰσραήλ.
  • ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισεν τῇ δεήσει τοῦ πτωχοῦ,
  • οὐδὲ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀπʼ ἐμοῦ,
  • καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέν μου.
  • παρὰ σοῦ ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ,
  • τὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν φοβουμένων αὐτόν.
  • φάγονται πένητες καὶ ἐμπλησθήσονται,
  • καὶ αἰνέσουσιν Κύριον οἱ ἐκζητοῦντες αὐτόν·
  • ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος.
  • μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς,
  • καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν·
  • ὅτι τοῦ κυρίου ἡ βασιλεία,
  • καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν
  • ἔφαγον καὶ προσεκύνησαν πάντες οἱ πίονες τῆς γῆς,
  • ἐνώπιον αὐτοῦ προπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς τὴν γῆν·
  • καὶ ἡ ψυχή μου αὐτῷ ζῇ.
  • καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ·
  • ἀναγγελήσεται τῷ κυρίῳ γενεὰ ἡ ἐρχομένη,
  • καὶ ἀναγγελοῦσιν τὴν δικαιοσύνην αὐτοῦ
  • λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ κύριος.