Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • τὸν καρπὸν αὐτῶν ἀπὸ γῆς ἀπολεῖς,
  • καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων.
  • ὅτι ἔκλιναν εἰς σέ κακά,
  • διελογίσαντο βουλὴν ἣν οὐ μὴ δύνωνται στῆσαι.
  • [*](9 ανορθωθημεν U+05D0A 10 om σου U+05D0c.a AR | ημων] ημας R —Stich 2o ΒU+05D0R U+05D0AR 19 A XX 2 τω σωτηριω] το σωτηριον R 3 ψυχης] καρδιας U+05D0c.a | δεη- σιν] θελησιν U+05D0c.a R 4 τιμιου] + διαψαλμα Rᵃ 5 om σε R* (hab Ra) | αιω- νος] pr και εις αιωνα του (superscr) BᵃᵇR pr και εις τον αιωνα του U+05D0* (om U+05D0c.a) 6 μεγαλοπρεπιαν U+05D0Α 7 αιωνα αιωνος BU+05D0c.a R | τον αιωνα και εις τον αιωνα του αιωνος U+05D0* 8 σαλευθω ?U+05D0* (σαλευθη U+05D0c.a) 9 πασι U+05D0* ] R (πασιν BU+05D0c.a) 10 θησεις] pr οτι U+05D0* (om U+05D0c.a) ) R* | Κυριε] κς U+05D0c.a| R | σου 2⁰] αυ- του U+05D0c.a R | συνταραξει U+05D0c.c (vid)R 11 απο της γης U+05D0c.a | ανθρ.] pr των R* 12 εκκλιναν A | βουλην ην] βουλας ας U+05D0c.aA | στησαι BU+05D0*] στηναι U+05D0c.a AR)
    236
    [*](B)

  • ὅτι θήσεις αὐτοὺς νῶτον,
  • ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν.
  • ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου,
  • [*](§ U)
  • ᾄσομεν καὶ ψαλοῦμεν § τὰς δυναστείας σου.
  • Εἰς τὸ τέλος, ὑπὲρ τῆς ἀντιλήμψεως τῆς ἑωθινῆς·
  • ψαλμὸς τῷ Δαυείδ.
  • Ὁ θεὸς ὁ θεός μου, πρόσχες μοι· ἳνα τί ἐγκατέλιπές με ;
  • μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων
  • ὁ θεός μου, κεκράξομαι ἡμέρας πρὸς σὲ καὶ οὐκ εἰσακούσῃ,
  • καὶ νυκτός, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί.
  • σὺ δὲ ἐν ἁγίοις κατοικείς, ὁ ἔπαινος Ἰσραήλ.
  • ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν,
  • ἤλπισαν καὶ ἐρύσω αὐτούς·
  • πρὸς σὲ ἐκέκραξαν καὶ ἐσώθησαν,
  • ἐπὶ σοὶ ἤλπισαν καὶ οὐ κατῃσχύνθησαν.
  • ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος,
  • ὄνειδος ἀνθρὼπου καὶ ἐξουδένημα λαοῦ.
  • πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν με,
  • ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν