Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνόν, ἡ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ
  • αὐτό;
  • ὡς μύρον ἐπὶ κεφαλὴν τὸ καταβαῖνον ἐπὶ πώγωνα,
  • τὸν πώγωνα τὸν Ἀαρών,
  • τὸ καταβαῖνον ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ·
  • ὡς δρόσος Ἁερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών·
  • ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν καὶ ζωὴν ἕως τοῦ
  • αἰῶνος.
  • ᾨδὴ τῶν ἀναβαθμῶν.
  • Ἰδοὺ δὴ εὐλογεῖτε τὸν κύριον, πάντες οἱ δοῦλοι Κυρίου,
  • οἱ ἑστῶτες ἐν αὐλαῖς οἴκου θεοῦ ἡμῶν·
  • ἐν ταῖς νυξὶν ἐπάρατε χεῖρας ὑμῶν εἰς τὰ ἅγια, καὶ εὐλογεῖτε
  • τὸν κύριον.
  • [*](13 οτι]+εκει A | εξελαξατο U+05D0* (εξελεξ. U+05D01) | Σειων T 14 αιωνα] pr ART τον A*vid 15 χηραν] θηραν U+05D0c.aT | τους πτωχους] pr και R | αρτους R 16 αυτης 2°] αυτου R 17 κερας] pr το R | ητοιμασας A 17—18 χω σου, δυσω αι, ησει τ inst U+05D0? 17 λυχνον τω χρ. σου] τω χω μου λυχνον A λ. τω χρ. μου RT 18 ςξανθηση T—Stich 34 U+05D0 39 A 35 R 36 T CXXXII 1 om τω Δαυει A*vidT | η 1°] και R | η 2°] pr αλλ U+05D0c.aART 2 κεφαλης U+05D0c.aRT | επι πωγωνα sup ras pl lilt A | καταβαινων (2°) U+05D0 3 Σειων T | ευλογιαν] +αυτου A | om και U+05D0c.aT — Stich 6 U+05D0 8 ART CXXXIII 1 δη] νυν B | εν αυλαις] pr εν οικω κυ U+05D01ART 2 χειρας] pr τας U+05D0c.aART)
    396
    [*](U+05D0)

  • εὐλογήσει σε Κύριος ἐκ Σιῶν,
  • ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν.
  • Ἁλληλουιά.
  • Αἰνεῖτε τὸ ὄνομα Κυρίου, αἰνεῖτε δοῦλοι Κύριον,
  • οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου θεοῦ ἡμῶν.
  • αἰνεῖτε τὸν κύριον, ὅτι ἀγαθὸς Κύριος·
  • ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὅτι καλόν·
  • ὅτι τὸν Ἰακὼβ ἐξελέξατο ἑαυτῷ ὁ κύριος.
  • Ἰσραὴλ εἰς περιουσιασμὸν αὐτοῦ.
  • ὅτι ἔγνων ὅτι μέγας Κύριος,
  • καὶ ὁ κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς·
  • πάντα ὅσα ἠθέλησεν ἐποίησεν ὁ κύριος
  • ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῆ.
  • ἐν ταῖς θαλάσσαις καὶ ἐν ταῖς ἀβύσσοις·
  • ἀνάγων νεφέλας ἐξ ἐσχάτου γῆς,
  • ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν·
  • ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ.
  • ὃς ἐπάταξεν τὰ πρωτότοκα Αἰγύπτου
  • ἀπὸ ἀνθρώπου ἕως κτήνους·
  • ἐξαπέστειλεν σημεῖα καὶ τέρατα ἐν μέσῳ σου, Αἴγυπτε,
  • ἐν Φαραὼ καὶ ἐν πᾶσι τοῖς δούλοις αὐτοῦ.
  • ἐπάταξεν ἔθνη πολλά, καὶ ἀπέκτεινεν βασιλεῖς κραταιούς,
  • τὸν Σηὼν βασιλέα τῶν Ἀμορραίων,
  • καὶ τὸν Ὢγ βασιλέα τῆς Βασάν,
  • καὶ πάσας τὰς βασιλείας Χανάαν·
  • καὶ ἔδωκεν τὴν γῆν αὐτῶν κληρονομίαν,
  • κληρονομίαν Ἰσραὴλ δούλῳ αὐτοῦ.