Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Μνήσθητι, Κύριε, τοῦ Δαυεὶδ καὶ πάσης τῆς πρᾳύτητος αὐτοῦ·
  • ὡς ὤμοσεν τῷ κυρίῳ, ηὔξατο τῷ θεῷ Ἰακώβ
  • Εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου,
  • εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου,
  • εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου
  • νυσταγμὸν
  • καὶ ἀναβήσομαι τοῖς κροτάφοις μου,
  • ἕως οὗ εὕρω τόπον τῷ κυρίῳ, σκήνωμα τῷ θεῷ Ἰακώβ.
  • ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθά,
  • εὕρομεν αὐτὴν ἐν ταῖς δασέσι τοῦ δρυμοῦ·
  • εἰσελεύσομαι εἰς τὰ σκηνώματα αὐτοῦ,
  • προσκυνήσομεν εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες αὐτοῦ.
  • ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου,
  • σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου·
  • οἱ ἱερεῖς σου ἐνεδύσαντο δικαιοσύνην,
  • καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
  • ἕνεκεν Δαυεὶδ τοῦ δούλου σου,
  • μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου.
  • ὤμοσεν Κύριος τῷ Δαυεὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν
  • Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου.
  • ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου,
  • καὶ τὰ μαρτύριά μου ταῦτα ἃ διδάξω αὐτούς,
  • καὶ οἱ υἱοὶ αὐτῶν ἕως αἰῶνος καθιοῦνται ἐπὶ τὸν θρόνον σου.
  • [*](ART)[*](3 Iηλ (sic) Tedit—Stich 9 U+05D0AT 10 R CXXXI (ρλε' U+05D0) 1 του Δαυει] τω Δ. R | πραοτητος T 2 ως] ος T 3 ει 1°] η A | εισκηνωμα A | ωμα οικου μου sup ras Aᵃ 4 μου 2°] μοι A* (μου Aᵃ) 5 τω κυριω] τω ω U+05D0* (τω κω U+05D01) 6 Ευφραθα A Bυφρατα Rvid | ευραμεν AT | ταις δασεσι (-σει A)] τοις πεδιοις U+05D0c.a (παιδ.) RT 7 εισελευσομαι (-με U+05D0*)] εισελευσομεθα U+05D0c.aAR εισελευσωμεθα T | αυτου 1°] ου sup ras Aa | προσκυνησωμεν AT | τον τοπον] om τον AR* 9 ενεδυσαντο] ενδυσονται U+05D0c.aART | αγαλλια- σονται] pr αγαλλιασει A 11 αθετηση T | αυτην] αυτον ART | κοιλιας] οσφρυος R | του θρονου U+05D0c.aT 12 οι υιοι (1°)] om οι A | μου 2° (μ sup ras Aᵇ)] σου A | εως αιωνος καθιουνται] εως του αιωνος καθ. U+05D0c.RT καθει- ουνται εως του αιωνος A | τον θρονον] του θρονου U+05D0c.aAa (sup ras) RT)
    395

  • ὅτι ἐξελέξατο Κύρμιος τὴν Σιών,
  • [*](U+05D0)
  • ᾐρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ·
  • αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος·
  • ὦδε κατοικήσω, ὅτι ᾐρετισάμην αὐτήν.
  • τὴν χήραν αὐτῆς εὐλογῶν εὐλογήσω,
  • τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων·
  • τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν,
  • καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται.
  • ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυείδ,
  • ἡτοίμασα λύχνον τῷ χριστῷ σου·
  • τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην,
  • ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου.