Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας
  • οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου.
  • σου·
  • ἰδοὺ οὕτως εὐλογηθήσεται ὁ ἄνθρωπος ὁ φοβούμενος τὸν κύριον.
  • εὐλογήσαι σε Κύριος ἐκ Σιών, καὶ ἴδοις τὰ ἀγαθὰ Ἰερουσαλὴμ
  • πάσας τὰς ἡμέρας τῆς ζωῆς σου,
  • καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου.
  • εἰρήνη ἐπὶ τὸν Ἰσραήλ.
  • ᾨδὴ τῶν ἀναβαθμῶν.
  • Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου,
  • εἰπάτω δὴ Ἰσραήλ·
  • πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου,
  • καὶ γὰρ οὐκ ἠδυνήθησαν μοι.
  • ἐπὶ τοῦ νώτου μου ἐτέκταινον οἱ ἁμαρτωλοί,
  • ἀμάκρυναν τὴν ἀνομίαν αὐτῶν·
  • Κύριος δίκαιος συνέκοψεν αὐχένα ἁμαρτωλῶν·
  • αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ
  • μισοῦντες Σιών·
  • γενηθήτωσαν ὡς χόρτος δωμάτων,
  • ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη·
  • οὗ οὐκ ἐπλήρωσεν τὴν χεῖρα αὐτοῦ ὁ θερίζων,
  • καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων·
  • [*](ART)[*](CXXVII 2 καρπους των πονων] πονους των καρπων U+05D0c.aRT 3 τοις κλιτεσιν A ταις κλιτεσιν U+05D0c.a ταις κλιτεσι RT | νεοφυτα] θ pro ε U+05D0*vid 4 ο ανθρωπος] πας ανθρωπος U+05D0c.aT ανθρωπος AR 5 ευλογησει AR ευλογηση T | Σειων AT 6 ιδης U+05D0 — Stich 11 U+05D0 14 A 12 AR CXXVIII 1 ειπατω δη Ιηλ c seqq coniung A 2 εδυνηθησαν A 3 του νωτου] τω νωτου A τον νωτον (? των νωτων) R | om μου A 4 αυχεωασ U+05D0c.aART 5 αποστρεφετωσαν R | Σειων T 6 ως] ωσει U+05D0c.aAT | δο- ματων A | εκπασθηναι R* (εκσπ. Rᵃ) 7 συνλεγων A*vid (συλλ. Aᵃ))
    393

  • καὶ οὐκ εἶπαν οἱ παράγοντες Εὐλογία Κυρίου ἐφʼ ἡμᾶς,
  • [*](U+05D0)
  • εὐλογήσομεν ὑμᾶς ἐν ὀνόματι Κυρίου.
  • ᾨδὴ τῶν ἀναβαθμῶν.
  • Ἐκ βαθέων ἐκέκραξά σε. Κύριε·
  • Κύριε, εἰσάκουσον τῆς φωνῆς μου·
  • γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς
  • μου.
  • ἐὰν ἀνομίαςς παρατηρήσῃ. Κύριε. Κύριε, τίς ὑποστήσηται;
  • ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
  • ἕνεκεν τοῦ ὀνόματός σου
  • ὑπέμεινα, Κύριε·
  • ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν νόμον αὐτοῦ.
  • ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν κύριον
  • ὅτι παρὰ τῷ κυρίῳ τὸ ἔλεος. καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις,
  • ἀπὸ φυλακῆς πρωίας μέχρι νυκτός·
  • καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
  • ᾨδὴ τῶν ἀναβαθμῶν· τῷ Δαυείδ.
  • Κύριε. οὐχ ὑψώθη μου ἡ καρδία.
  • οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου·
  • οὐδὲ ἐπορεύθην ἐν μεγάλοις
  • οὐδὲ ἐν θαυμασίοις ὑπέρ ἐμέ,
  • εἰ μὴ ἐταπεινοφρόνουν.
  • καὶ ὕψωσα τὴν ψυχὴν μου,
  • ὡς τὸ ἀπογεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὐτοῦ,
  • ἕως ἀνταποδώσεις ἐπὶ ψυχὴν μου.
  • [*](8 ειπον T | ημας] υμας AR | ευλογησομεν] ευλογηκαμεν U+05D0c.aART ART — Stich 14 U+05D0Τ 13 A 15 R CXXIX 1 σε] σοι U+05D0c.aT προς σε R 2 της φωνης] της προσευχης A την προσευχην R 4 ενεκεν] pr και R | ονο- ματος] νομου R 5 υπεμεινα] + σε U+05D0c.aART | νομον αυτου] λογον αυτου U+05D0c.a λογον σου ART 6 απο φυλακης] pr απο φυλακης πρωιας ελπισατω Ιηλ επι τον κν U+05D0c.a | νυκτος]+απο φυλακης πρωιας ελπισατω Ιηλ επι του κν ART 7 ελεος]+εστιν A | αυτω] αυτου R 8 λυτοωσηται T — Stich 11 U+05D0 16 A 13 R T CXXX 1 om τω Δαυειδ T | η καρδια μου R Τ 1—2 ουδε εν θαυμ. υ. ε. ει μη εταπ. ουδε επορ. εν μεγαλοις U+05D0* (transp U+05D01) 2 εταπεινοφορουν A | και] αλλα U+05D0c.aART | ψυχην 1°] καρδιαν A | εως] ως U+05D0c.aART | ανταποδοσεις A ανταποδοσις RvidT | ψυχην 2°] pr την U+05D0c.aART)
    394
    [*](U+05D0)

  • ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν κύριον
  • ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.