Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων,
  • τοῦ ἰδεῖν εἰ ἔστιν συνίων ἢ ἐκζητῶν τὸν θεόν.
  • πάντες ἐξέκλιναν, ἄμα ἠχρεώθησαν,
  • οὐκ ἔστιν ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.
  • τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν,
  • ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν·
  • ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν,
  • ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει·
  • ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα·
  • σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν,
  • καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν·
  • οὐκ ἔστιν φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.
  • οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀδικίαν,
  • οἱ κατέσθοντες τὸν λαόν μου βρώσει ἄρτου ; τὸν κύριον οὐκ ἐπεκαλέσαντο.
  • ἐκεῖ ἐδειλίασαν φόβῳ οὗ οὐκ ἣν φόβος·
  • ὅτι ὁ θεὸς ἐν γενεᾷ δικαίᾳ.
  • βουλὴν πτωχοῦ κατῃσχύνατε,
  • ὅτι Κύριος ἐλπὶς αὐτοῦ ἐστιν.
  • τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ ;
  • ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ
  • αὐτοῦ
  • ἀγαλλιάσθω Ἰακὼβ καὶ εὐφρανθήτω Ἰσραήλ.
  • [*](1 χρηστοτητα] αγαθον R 1—3 om ουκ εστιν εως ενος (1°) ..ηχρε- U+05D0ARU ωθησαν A* (hab Aᵃ ᵐᵍ sup et inf) 2 Κυριος] pr ο U | υιου B* (υιους Bᵃᵇ) | η] και | εξη[των] U* (εζ. U1vid) | των θν U 3 ηχρειωθ. Bᵃᵇ | ποιων] pr ο U+05D0* (om U+05D0c.ᵃ) | χρηστοτητα] αγαθον R | om ταφος...οφθαλμων αυτων U+05D0c.ᵃ (uncis incl) A | λαρυξ U* (γ superscr U¹) | om ταις γλωσσαις αυτων U | ασπιδος | στομα] + ουτων R | om αρας R | και|και πικριας U | γεμει και πικριας R | εκχεαι] εις εκκεχυηναι (sic) R | αιμα] pr το R 4 αδι- κιαν] ανομιαν U+05D0ARU | κατεσθοντες] εσθιοντες U+05D0 κατεσθιοντες AR* U | βρωσει] pr εν A 5 φοβω BU+05D0c.aAU] φοβον U+05D0* R | ου] ω AR οπου | ο θεος] pr κς U+05D0c. ᵃ | εν γενεα] εις γενεαν R | δικαια] δικαιων U+05D0c.a AU δικαιαν R 6 κατησχυνετε U | οτι ο δε U+05D0c.a U | Κυριος] ο θς R* | ελπις] pr η 7 τω σω|τηριον U | Κυριον] κς | αγαλλιασθω] αγαλ- λιασεται U+05D0AU | ευφρανθητω] ευφρανθησεται U+05D0AU — Stich 24 BU+05D0 14 A* (17 Aᵃ) 26 R)
    [*](B)
    226
  • Ψαλμὸς τῷ Δαυείδ.
  • Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου ;
  • καὶ τίς κατασκηνώσει ἐν τῷ ὄρει τῷ ἁγίῳ σου ;
  • πορευόμενος ἄμωμος καὶ ἐργαζόμενος δικαιοσύνην,
  • λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ·
  • ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ,
  • οὐδὲ ἐποίησεν τῷ πλησίον αὐτοῦ κακόν,
  • καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοὺς ἔγγιστα αὐτοῦ·
  • ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος,
  • τοὺς δὲ φοβουμένους Κύριον δοξάζει·
  • ὁ ὀμνύων τῷ πλησίον αὐτοῦ καὶ οὐκ ἀθετῶν·
  • τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ,
  • καὶ δῶρα ἐπʼ ἀθῴοις οὐκ ἔλαβεν·
  • ὁ ποιῶν ταῦτα οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα.