Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Φύλαξόν με, Κύριε, ὅτι ἐπὶ σοὶ ἤλπισα.
  • εἶπα τῷ κυρίῳ Κύριός μου εἶ σύ.
  • τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ
  • ἐθαυμάστωσεν πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.
  • ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν,
  • μετὰ ταῦτα ἐτάχυναν·
  • οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων,
  • οὐδέ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου.
  • Κύριος ἡ μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου·
  • σὺ εἶ ὁ ἀποκαθιστῶν τὴν κληρονομίαν μου ἐμοί.
  • [*](U+05D0ARU)[*](XIV 1 και] η U+05D0c.ᵃAR U | κατασκηνωσει] καταπαυσει | τω ορει τω αγιω] ορει αγιω U+05D0c.aR ορι τω αγιω A 3 ος] και R | εδολίωσεν U | γλωσση] pr τη U | ουδε] ӄ ουκ U+05D0c.a και ουκ R | om κακον U+05D0* (hab U+05D0c.a(ᵐᵍ)) | εγγιστας A 4 εξουθενωθη R | πονηρευομενος] pr πας AU | Κυριον] pr τον RU | δοξασει R | om αυτου 2° U+05D0* (hab U+05D0c. ᵃ) 5 αθοοις B* (αθωοις Bᵃᵇ) | ου] + μη R* (om Rᵃ) — Stich 13 BU+05D0AR XV 1 Κυριε] ο θς U+05D0* (κε U+05D0c.ᵃ) | ηλπισα] ελπις R πεποιθα U 2 Κυριος] θς U+05D0* (κς U+05D0c.a) | ει συ] + οτι των αγαθων μου ου χριαν εχεις U+05D0AR + οτι των αγαθων μου χρειαν ουκ εχεις U 3 θεληρα A 4 αυτων 1°] εν αυτοις U | ουδε] ουδ ου AU | ονομα B* (ονοματων (των superscr] Bᵃᵇ) 5 η μερις] om η U+05D0c.a U | του ποτηριον U)

    227

  • σχοινία ἐπέπεσάν μοι ἐν τοῖς κρατίστοις,
  • [*](B)
  • καὶ γὰρ ἡ κληρονομία μου κρατίστη μοί ἐστιν.
  • εὐλογήσω τὸν κύριον τὸν συνετίσαντά με·
  • ἔτι δὲ καὶ ἕως νυκτὸς ἐπαίδευσάν με οἱ νεφροί μου.
  • προορώμην τὸν κύριον ἐνώπιόν μου διὰ παντός,
  • ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ.
  • διὰ τοῦτο ηὐφράνθη ἡ καρδία μου
  • καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου,
  • ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπʼ ἐλπίδι.
  • ὅτι οὐκ ἐνκαταλείψεις τὴν ψυχὴν μου εἰς ἅδην,
  • οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.
  • ἐγνώρισάς μοι ὁδοὺς ζωῆς·
  • πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου·
  • τερπνότητες ἐν τῇ δεξιᾷ σου εἰς τέλος.