Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Οἱ πεποιθότες ἐπὶ Κύριον ὡς ὄρος Σιῶν·
  • οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν Ἰερουσαλήμ.
  • ὄρη κύκλῳ αὐτῆς, καὶ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ
  • ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.
  • ὅτι οὐκ ἀφήσει τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον
  • τῶν δικαίων.
  • ὅπως ἂν μὴ ἐκτείνωσιν οἱ δίκαιοι ἐν ἀνομίᾳ χεῖρας αὐτῶν.
  • ἀγάθυνον, Κύριε, τοῖς ἀγαθοῖς καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ·
  • τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς
  • ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν.
  • εἰρήνη ἐπὶ τὸν Ἰσραήλ.
  • ᾨδὴ τῶν ἀναβαθμῶν.
  • Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν
  • ἐγενήθημεν ὡς παρακεκλημένοι.
  • τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν
  • καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως·
  • [*](ART)[*](4 υδωρ] + αν U+05D0c.a (ra U+05D0c.b) U+05D0c.b) Τ 7 ωστρουθιον U+05D0A | ερυσθη AT | της παγιδος] om της E | θηρευοντων] υοντων sup ras Aa | ερρυσθημεν R 8 βο- ηθεια (-θια T)] pr η ART—Stich 11 U+05D0 15 AR 13 Γ CXXIV 1 Σειων Τ | Ιερουσαλημ] pr εν R 2 Κυριος] pr ο R 3 αφησει (-ση T)] + κς U+05D0c.aRT | ανομιαις Τ 4 αγαθοις] pr ευθες U+05D0* (om U+05D01) | om τη R* 5 ταστραγγαλιας A | απαξη T — Stich 10 U+05D0T 14 A 11 R CXXV 1 Σειων T | ως] ωσει U+05D0c.aT 2 χαρα A)
    391
  • τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν
  • [*](U+05D0)
  • Ἐμεγάλυνεν Κύριος τοῦ ποιῆσαι μετʼ αὐτῶν.
  • ἐμεγάλυνεν Κύριος τοῦ ποιῆσαι μεθʼ ἡμῶν,
  • ἐγενήθημεν εὐφραινόμενοι.
  • ἐπίστρεψον, Κύριε. τὴν αἰχμαλωσίαν ἡμῶν
  • ὡς ὁ χειμάρρους ἐν τῷ νότῳ.
  • οἱ σπείροντες ἐν δάκρυσιν
  • ἐν ἀγαλλιάσει θεριοῦσιν.
  • πορευόμενοι ἐπορεύοντο, καὶ ἔκλαιον αἴροντες τὰ σπέρματα
  • αὐτῶν·
  • ἐρχόμενοι δὲ ἥξουσιν ἐυ ἀγαλλιάσει αἴροντες τὰ δράγματα
  • αὐτῶν.
  • ᾨδὴ τῶν ἀναβαθμῶν.
  • Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες
  • αὐτόν·
  • ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυ-
  • λάσσαων.
  • εἰς μάτην ἐστὶν ὑμῖν τοῦ ὀρθρίζειν,
  • ἐγείρεσθαι μετὰ τὸ καθῆσθαι,
  • οἱ ἔσθοντες ἄρτον ὀδύνης,
  • ὅταν δῷ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον.
  • δοῦ ἡ κληρονομία Κυρίου υἱοί,
  • ὁ μισθὸς τοῦ καρποῦ τῆς γαστρὸς αὐτῆς.
  • ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ,
  • οὕτως οἱ υἱοὶ τῶν ἐκτετιναγμένων.
  • μακάριος ὃς πληρώσει τὴν ἐπιθυρίαν αὐτοῦ ἐξ αὐτῶν·
  • οὐ καταισχυνθήσεται, ὅταν λαλῶσι τοῖς ἐχθροῖς αὐτῶν ἐν
  • πύλῃ.
  • [*](2—3 om μετ αυτων...του ποιησαι (2°) R 4 ο χειμαρρους] om ο ART U+05D0c.a 5 αγαλλιασιν R 6 αιροντες 1°] βαλοντες U+05D0c.aT | αιροντες 2° (ερ. T)] φεροντες R — Stich 14 U+05D0 15 AT 12 B CXXVI 1 ανα- βαθμων] +τω Σαλωμων R | Κυριος 1°] pr ο A | οικοδομησει AR | om αυ- τον U+05D0c.aR*T | Κυριος 2°] pr ο A | ηγρυπνισεν T 2 υμιν εστιν U+05D0c.aART ορθιτιν U+05D0 | εγειρεσθε Rvid Τ εγιρ.) | εσθιοντες U+05D0c.a RT (αισθ.) 3 om αυτης U+05D0c.aART 5 ος] pr ανθρωπος AR* | πληρωση T | αυτου] αυτο R | καταισχυνθησεται] καταισχυνθησονται U+05D0c.a (κατεσχ.) T καταισχυνθωσιν A | λαλωσιν ABT | ουτων 2°] αυτου R | πυλη] πυλαις U+05D0c.a —Stich 12 U+05D0 14 AT 13 R)
    392
    [*](U+05D0)
  • ᾨδἡ τῶν ἀναβαθμῶν.
  • Μακάριοι πάντες οἱ φοβούμενοι τὸν κύριον,
  • οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ.
  • τοὺς καρποὺς τῶν πόνων. σου φάγεσαι,
  • μακάριος εἶ καὶ καλῶς σοι ἔσται.