Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Εί μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, εἰπάτω δὴ Ἰσραήλ,
  • εἰ μὴ ὅτι
  • Κύριος ἦν ἐν ἡμῖν,
  • ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφʼ ἡμᾶς,
  • ἄρα ζῶντας ἂν
  • κατέπιον ἡμᾶς,
  • ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφʼ ἡμᾶς.
  • [*](5 επι] επ A 6 ερωτησατε δη τα εις ειρ. τη (om τη Ε την T) Ιερ. ART και ευθηνια (-νιαν T) τοις αγ. σε U+05D0c.aART 7 γενσθν] γενηθητω R | δη] δε A om B | om σου 1° ART | ταις πυργοβ. U+05D0c.aART 8 ενεκεν A | δε] δη T 9 ενεκεν A | ημων] μου RT | εξεζητησα] εζητησα T | σοι] αγαθα A pr αγαθα U+05D0c.aRT Stich 13 U+05D0 18 AT 16 R CXXII 2 ως 2⁰] pr και R | οικτειρησει (?-ση) R οικτιρηση T 3 επληθυνθημεν] επλησθημεν U+05D0c.aART ART 4 επληθυνθη] επλησθη ART | η ψυχη] η ψυ rescr A¹ — Stich 10 U+05D0T 11 A 9 R CXXII 1 om τω Δαυειδ ART U+05D0c.aART ART)
    390
    [*](U+05D0)

  • ἄρα τὸ ὕδωρ κατεπόντισεν ἡμᾶς,
  • χείμαρρον διῆλθεν ἡ ψυχὴ ἡμῶν·
  • ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον.
  • εὐλογητὸς Κύριος ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν
  • αὐτῶν.
  • ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐρρύσθη
  • ἐκ τῆς παγίδος τῶν θηρευόντων·
  • ἡ παγὶς συνετερἴβη, καὶ ἡμεῖς ἐρύσθημεν.
  • βοήθεια ἡμῶν ἐν ὀνόματι Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν
  • καὶ τὴν γῆν.