Psalmi
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
καὶ εὐθηνία τοῖς ἀγαπῶσίν σε· ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τῇ Ἰερουσαλήμ.
γενέσθω δὴ εἰρήνη σου ἐν τῇ δυνάμει σου, καὶ εὐθηνία ἐν τοῖς πυργοβάρεσίν σου,
ἔνεκα τῶν ἀδελφῶν μου καὶ τῶν πλησίον μου. ἐλάλουν δὲ εἰρήνην περὶ σοῦ·
ἕνεκα τοῦ οἴκου Κυρίου τοῦ θεοῦ ἡμῶν ἐξεζήτησά σοι. ᾨδὴ τῶν ἀναβαθμῶν.
Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ.
ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὣς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.
ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς. ὅτι ἐπὶ πολὺ ἐπληθύνθημεν ἐξουδενώσεως·
ἐπὶ πλεῖον ἐπληθύνθη ἡ ψυχὴ ἡμῶν· τὸ ὄνειδος τοῖς εὐθηνοῦσιν καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.