Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Οἱ πεποιθότες ἐπὶ Κύριον ὡς ὄρος Σιῶν·
  • οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν Ἰερουσαλήμ.
  • ὄρη κύκλῳ αὐτῆς, καὶ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ
  • ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.
  • ὅτι οὐκ ἀφήσει τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον
  • τῶν δικαίων.
  • ὅπως ἂν μὴ ἐκτείνωσιν οἱ δίκαιοι ἐν ἀνομίᾳ χεῖρας αὐτῶν.
  • ἀγάθυνον, Κύριε, τοῖς ἀγαθοῖς καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ·
  • τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς
  • ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν.
  • εἰρήνη ἐπὶ τὸν Ἰσραήλ.
  • ᾨδὴ τῶν ἀναβαθμῶν.
  • Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν
  • ἐγενήθημεν ὡς παρακεκλημένοι.
  • τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν
  • καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως·
  • [*](ART)[*](4 υδωρ] + αν U+05D0c.a (ra U+05D0c.b) U+05D0c.b) Τ 7 ωστρουθιον U+05D0A | ερυσθη AT | της παγιδος] om της E | θηρευοντων] υοντων sup ras Aa | ερρυσθημεν R 8 βο- ηθεια (-θια T)] pr η ART—Stich 11 U+05D0 15 AR 13 Γ CXXIV 1 Σειων Τ | Ιερουσαλημ] pr εν R 2 Κυριος] pr ο R 3 αφησει (-ση T)] + κς U+05D0c.aRT | ανομιαις Τ 4 αγαθοις] pr ευθες U+05D0* (om U+05D01) | om τη R* 5 ταστραγγαλιας A | απαξη T — Stich 10 U+05D0T 14 A 11 R CXXV 1 Σειων T | ως] ωσει U+05D0c.aT 2 χαρα A)
    391
  • τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν
  • [*](U+05D0)
  • Ἐμεγάλυνεν Κύριος τοῦ ποιῆσαι μετʼ αὐτῶν.
  • ἐμεγάλυνεν Κύριος τοῦ ποιῆσαι μεθʼ ἡμῶν,
  • ἐγενήθημεν εὐφραινόμενοι.