Psalmi
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
περίελε ἀπʼ ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν, ὅτι τὰ μαρτύριά σου ἐξεζήτησα.
καὶ γὰρ ἐκάθισαν ἄρχοντες, κατʼ ἐμοῦ κατελάλουν· ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασίν σου·
καὶ γὰρ τὰ μαρτύριά σου μελέτη μού ἐστιν, καὶ αἱ συμβουλίαι μσυ τὰ δικαιώματά σου.
Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου· ζήσομαι κατὰ τὸ λόγιόν σου.
τὰς ὁδούς σου ἐξήγγειλα, καὶ ἐπήκουσάς μου· δίδαξόν με τὰ δικαιώματά σου,
καὶ ὁδὸν δικαιωμάτων σου συνέτισόν με, καὶ ἀδολεσχήσω ἐν τοῖς θαυμασίοις σου.
κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου καὶ μὴ εἰς πλεονεξίαν.
ἀπόστρεψον τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητα, ἐν τῇ ὁδῷ σου ζῆσόν με.
στῆσον τῷ δούλῳ σου εἰς τὸ λόγιόν σου, εἰς τὸν φόβον σου.
περίελε τὸ ὄνειδός μου ὃ ὑπώπτευσα, τὰ γὰρ κρίματα σου χρηστά.
ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου· ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με.
Καὶ ἔλθοι ἐπʼ ἐμὲ τὸ ἔλεος σου, Κύριε, τὸ σωτήριόν σου κατὰ τὸ ἔλεός σου·
καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί με λόγον, ὅτι ἤλπισα ἐπὶ τοὺς λόγους σου.
καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα, ὅτι ἐπὶ τὰ κρίματά σου ἐπήλπισα.
καὶ φυλάξω τὸν νόμον σου διὰ παντός, εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
καὶ ἐπορευόμην ἐν πλατυσμῷ, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα·
καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην·
καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου αἷς ἠγάπησας σφόδρα·
καὶ ἤρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου αἷς ἠγάπησας σφόδρα, καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασίν σου.
Μνήσθητι τὸν λόγον σου τῶν δούλων σου ᾧ ἐπήλπισάς με.